1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

93

δημιουργοῦ εὐεργεσίαν ἐποίησεν, ὥσπερ ἄν, εἴ τις πλοῦτον καὶ ἀρχὴν παρὰ βασιλέως ἐγχειρισθεὶς τυραννήσει τὸν εὐεργέτην, ὃν ἀξίως χειρωσάμενος τιμωρήσεται, εἰ μέχρι τέλους τῇ τυραννίδι κατίδοι τοῦτον ἐναπομένοντα. 95 Περὶ νόμου θεοῦ καὶ νόμου ἁμαρτίασ Ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον, καὶ τὸ τούτου θέλημα· τοῦτο γὰρ ἀγαθόν, ὅπερ ὁ θεὸς βούλεται. Νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή, ἵν' ἐν αὐτῷ μένοντες ἐν φωτὶ ὦμεν. Ἧς ἐντολῆς ἡ παράβασις ἁμαρτία ἐστίν. Αὕτη δὲ διὰ τῆς τοῦ διαβόλου προσβολῆς καὶ τῆς ἡμετέρας ἀβιάστου καὶ ἑκουσίου παραδοχῆς συνίσταται· λέγεται δὲ καὶ αὕτη νόμος. Ἐπιβαίνων οὖν ὁ τοῦ θεοῦ νόμος τῷ νῷ ἡμῶν ἐφέλκεται πρὸς ἑαυτὸν καὶ νύττει τὴν ἡμετέραν συνείδησιν. Λέγεται δὲ καὶ ἡ ἡμετέρα συνείδησις νόμος τοῦ νοὸς ἡμῶν. Καὶ ἡ προσβολὴ δὲ τοῦ πονηροῦ, τουτέστιν ὁ νό μος τῆς ἁμαρτίας, ἐπιβαίνων τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν δι' αὐτῆς ἡμῖν προσβάλλει. Ἅπαξ γὰρ παραβάντες ἑκουσίως τὸν νόμον τοῦ θεοῦ καὶ τὴν προσβολὴν τοῦ πονηροῦ παραδεξάμενοι ἐδώκαμεν αὐτῇ εἴσοδον, πραθέντες ὑφ' ἑαυτῶν τῇ ἁμαρτίᾳ. Ὅθεν ἑτοίμως ἄγεται τὸ σῶμα ἡμῶν πρὸς αὐτήν. Λέγεται οὖν καὶ ἡ ἐναποκειμένη τῷ σώματι ἡμῶν ὀσμὴ καὶ αἴσθησις τῆς ἁμαρτίας ἤτοι ἐπιθυμία καὶ ἡδονὴ τοῦ σώματος νόμος ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν. Ὁ μὲν οὖν νόμος τοῦ νοός μου ἤτοι ἡ συνείδησις συνήδεται τῷ νόμῳ τοῦ θεοῦ ἤτοι τῇ ἐντολῇ καὶ ταύτην θέλει. Ὁ δὲ νόμος τῆς ἁμαρτίας ἤτοι ἡ προσβολὴ διὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἤτοι τῆς τοῦ σώματος ἐπιθυμίας καὶ ῥοπῆς καὶ κινήσεως καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοός μου, τουτέστι τῇ συνειδήσει, καὶ αἰχμαλωτίζει με καὶ θέλοντα τὸν τοῦ θεοῦ νόμον καὶ ἀγαπῶντα καὶ μὴ θέλοντα τὴν ἁμαρτίαν κατὰ ἀνάκρασιν διὰ τοῦ λείου τῆς ἡδονῆς καὶ τῆς τοῦ σώματος ἐπιθυμίας καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ὡς ἔφην, πλανᾷ καὶ πείθει δουλεῦσαι τῇ ἁμαρτίᾳ· ἀλλ' «ὁ θεὸς τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει ὁ νόμος διὰ τῆς σαρκός, πέμψας τὸν υἱὸν αὐτοῦ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» (σάρκα μὲν γὰρ ἀνέλαβεν, ἁμαρτίαν δὲ οὐδαμῶς) «κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα». «Τὸ γὰρ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν» καὶ παρέχει δύναμιν τῷ νόμῳ τοῦ νοὸς ἡμῶν κατὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἡμῶν. Τὸ γὰρ «τί προσευξώμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις», τουτέστι διδάσκει ἡμᾶς, τί προσευξόμεθα. Ὥστε ἀδύνατον, εἰ μὴ δι' ὑπομονῆς καὶ προσευχῆς τὰς ἐντολὰς τοῦ θεοῦ κατεργάσασθαι. 96 Κατὰ Ἰουδαίων περὶ τοῦ σαββάτου Σάββατον ἡ ἑβδόμη ἡμέρα κέκληται, δηλοῖ δὲ τὴν κατάπαυσιν· ἐν αὐτῇ γὰρ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥς φησιν ἡ γραφή. ∆ιὸ καὶ μέχρις ἑπτὰ ὁ τῶν ἡμερῶν ἀριθμὸς προβαίνων πάλιν ἀνακυκλοῦται καὶ ἀπὸ τῆς πρώτης ἄρχεται. Οὗτος ὁ ἀριθμὸς τίμιος παρὰ Ἰουδαίοις τοῦ θεοῦ προστάξαντος τιμᾶσθαι αὐτὸν οὐχ ὡς ἔτυχεν, ἀλλὰ καὶ μετὰ βαρυτάτων τῶν ἐπὶ τῇ παραβάσει ἐπιτιμίων. Οὐχ ἁπλῶς δὲ τοῦτο προσέταξεν, ἀλλὰ διά τινας μυστικῶς τοῖς πνευματικοῖς τε καὶ διορατικοῖς κατανοουμένας αἰτίας. Ὡς ἐμὲ γοῦν γνῶναι τὸν ἀμαθῆ, ἵν' ἐκ τῶν κατωτέρων καὶ παχυτέρων ἄρξωμαι· Εἰδὼς ὁ θεὸς τὸ παχύ τε καὶ φιλόσαρκον καὶ πρὸς τὴν ὕλην ὅλως ἐπιρρεπὲς τοῦ Ἰσραηλίτου λαοῦ, ἅμα δὲ καὶ τὸ ἀδιάκριτον· πρῶτον μέν, ἵνα ὁ δοῦλος καὶ τὸ ὑποζύγιον ἀναπαύσηται, ὡς γέγραπται· ἐπειδὴ ἀνὴρ «δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ», ἅμα δὲ ἵνα καὶ σχολὴν ἄγοντες ἐκ τοῦ περὶ τὴν ὕλην περισπασμοῦ πρὸς θεὸν συνάγωνται «ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς» καὶ μελέτῃ τῶν θείων γραφῶν ἅπασαν τὴν ἑβδόμην ἀναλίσκοντες καὶ ἐν τῷ θεῷ καταπαύοντες. Ὅτε μὲν γὰρ οὐκ ἦν νόμος, οὐ γραφὴ θεόπνευστος, οὐδὲ τὸ σάββατον θεῷ ἀφιέρωτο. Ὅτε δὲ ἡ θεόπνευστος γραφὴ διὰ Μωσέως ἐδόθη, ἀφιερώθη τῷ θεῷ τὸ σάββατον, ὡς ἂν περὶ τὴν ταύτης μελέτην ἐν αὐτῷ ἀδολεσχήσωσιν οἱ μὴ πάντα τὸν βίον τῷ θεῷ ἀφιεροῦντες, οἱ μὴ πόθῳ τῷ