1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

64

στοιχείων καὶ ψυχῆς. Οὕτω καὶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐ τὰ μέρη τῶν μερῶν σκοποῦμεν, ἀλλὰ τὰ προσεχῶς συντεθέντα, θεότητά τε καὶ ἀνθρωπότητα. Ἔτι δὲ εἰ δύο φύσεις τὸν ἄνθρωπον λέγοντες τρεῖς φύσεις ἐπὶ Χριστοῦ λέγειν ἀναγκασθησόμεθα, καὶ ὑμεῖς ἐκ δύο φύσεων τὸν ἄνθρωπον λέγοντες ἐκ τριῶν τὸν Χριστὸν δογματίζετε φύσεων· ὁμοίως καὶ περὶ ἐνεργειῶν· κατάλληλον γὰρ ἀνάγκη τῇ φύσει τὴν ἐνέργειαν εἶναι. Ὅτι δὲ δύο φύσεων ὁ ἄνθρωπος λέγεταί τε καὶ ἔστι, μάρτυς ὁ θεολόγος Γρηγόριος· «Φύσεις μὲν γὰρ δύο» φάσκων «θεὸς καὶ ἄνθρωπος· ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα». Καὶ ἐν τῷ περὶ βαπτίσματος δὲ λόγῳ τοιάδε φησί· «∆ιττῶν δὲ ὄντων ἡμῶν ἐκ ψυχῆς καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς τῆς δὲ ἀοράτου φύσεως, διττὴ καὶ ἡ κάθαρσις δι' ὕδατος καὶ πνεύματος».

61 Περὶ τοῦ τεθεῶσθαι τὴν φύσιν τῆς τοῦ κυρίου σαρκὸς καὶ τὸ θέλημα Χρὴ

εἰδέναι, ὡς οὐ κατὰ μεταβολὴν φύσεως ἢ τροπὴν ἢ ἀλλοίωσιν ἢ σύγχυσιν ἡ σὰρξ τοῦ κυρίου τεθεῶσθαι λέγεται καὶ ὁμόθεος καὶ θεὸς γενέσθαι, ὥς φησιν ὁ θεολόγος Γρηγόριος· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη», καὶ «θαρρῶ λέγειν ὁμόθεον», καὶ «ἄνθρωπον γενέσθαι τὸ χρῖσαν καὶ θεὸν τὸ χριόμενον». Ταῦτα γὰρ οὐ κατὰ μεταβολὴν φύσεως, ἀλλὰ κατὰ τὴν οἰκονομικὴν ἕνωσιν, τὴν καθ' ὑπόστασιν λέγω, καθ' ἣν ἀδιασπάστως τῷ θεῷ λόγῳ ἥνωται, καὶ τὴν ἐν ἀλλήλαις τῶν φύσεων περιχώρησιν, ὥς φαμεν καὶ τὴν τοῦ σιδήρου πύρωσιν· ὥσπερ γὰρ τὴν ἐνανθρώπησιν χωρὶς μεταβολῆς καὶ τροπῆς ὁμολογοῦμεν, οὕτω καὶ τὴν θέωσιν γενέσθαι τῆς σαρκὸς δοξάζομεν. Οὔτε γὰρ διότι ὁ λόγος σὰρξ ἐγένετο, τῶν ὅρων ἐξέστη τῆς οἰκείας θεότητος οὔτε τῶν προσόντων αὐτῇ θεοπρεπῶν αὐχημάτων, οὔτε μὴν ἡ σὰρξ θεωθεῖσα τῆς οἰκείας ἐτράπη φύσεως ἢ τῶν αὐτῆς φυσικῶν ἰδιωμάτων. Μεμενήκασι γὰρ καὶ μετὰ τὴν ἕνωσιν αἱ φύσεις ἀσύμφυρτοι καὶ αἱ τούτων ἰδιότητες ἀλώβητοι. Ἡ δὲ τοῦ κυρίου σὰρξ τὰς θείας ἐνεργείας ἐπλούτησε διὰ τὴν πρὸς τὸν λόγον ἀκραιφνεστάτην ἕνωσιν ἤτοι τὴν καθ' ὑπόστασιν οὐδαμῶς τῶν κατὰ φύσιν ἰδίων ὑποστᾶσα ἔκπτωσιν· οὐ γὰρ κατ' οἰκείαν ἐνέργειαν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ λόγον τὰ θεῖα ἐνήργει τοῦ λόγου δι' αὐτῆς τὴν οἰκείαν ἐνδεικνυμένου ἐνέργειαν. Καίει μὲν γὰρ ὁ πεπυρακτωμένος σίδηρος, οὐ φυσικῷ δὲ λόγῳ τὴν καυστικὴν κεκτημένος ἐνέργειαν, ἀλλ' ἐκ τῆς πρὸς τὸ πῦρ ἑνώσεως τοῦτο κτησάμενος. Ἡ αὐτὴ τοιγαροῦν θνητή τε ἦν δι' ἑαυτὴν καὶ ζωοποιὸς διὰ τὴν πρὸς τὸν λόγον καθ' ὑπόστασιν ἕνωσιν. Ὁμοίως καὶ τὴν τοῦ θελήματος θέωσιν οὐχ ὡς μεταβληθείσης τῆς φυσικῆς κινήσεως λέγομεν, ἀλλ' ὡς ἡνωμένης τῷ θείῳ αὐτοῦ καὶ παντοδυνάμῳ θελήματι, καὶ γεγονότος θεοῦ ἐνανθρωπήσαντος θέλημα· ὅθεν θέλων μὲν λαθεῖν οὐκ ἠδυνήθη δι' ἑαυτοῦ εὐδοκήσαντος τοῦ θεοῦ λόγου δειχθῆναι ἐν αὐτῷ ἀληθῶς ὑπάρχον τὸ ἀσθενὲς τοῦ ἀνθρωπίνου θελήματος, θέλων δὲ τὴν τοῦ λεπροῦ ἐνήργησε κάθαρσιν διὰ τὴν πρὸς τὸ θεῖον θέλημα ἕνωσιν. Ἰστέον δέ, ὡς ἡ θέωσις τῆς φύσεως καὶ τοῦ θελήματος ἐμφαντικώτατον καὶ δεικτικώτατόν ἐστι τῶν τε δύο φύσεων καὶ τῶν δύο θελημάτων· ὥσπερ γὰρ ἡ πύρωσις οὐ μεταβάλλει τὴν τοῦ πυρωθέντος φύσιν εἰς τὴν τοῦ πυρός, ἀλλὰ δηλοῖ τό τε πυρωθὲν καὶ τὸ πυρῶσαν, καὶ οὐχ ἑνός, ἀλλὰ δύο ἐστὶ δηλωτικόν, οὕτω καὶ ἡ θέωσις οὐ μίαν φύσιν ἀποτελεῖ σύνθετον, ἀλλὰ τὰς δύο καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν. Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη·» «ὧν» γὰρ εἰπὼν καὶ «τὸ μὲν» καὶ «τὸ δὲ» δύο ἔδειξεν. 62 Ἔτι περὶ θελημάτων καὶ αὐτεξουσίων νοῶν τε καὶ γνώσεων καὶ σοφιῶν Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον λέγοντες τὸν Χριστὸν πάντως πάντα δώσομεν τά τε τοῦ πατρὸς φυσικὰ τά τε τῆς μητρός· γέγονε γὰρ ἄνθρωπος, ἵνα τὸ νικηθὲν νικήσῃ. Οὐκ ἀδύνατος γὰρ ἦν ὁ τὰ πάντα δυνάμενος καὶ τῇ παντοδυνάμῳ αὐτοῦ ἐξουσίᾳ καὶ δυνάμει ἐξελέσθαι τοῦ τυραννοῦντος τὸν ἄνθρωπον, ἀλλ' ἦν ἐγκλήματος τῷ τυραννοῦντι ὑπόθεσις ἄνθρωπον νικήσαντι καὶ