1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

98

ὡραῖος ἐν στολῇ αὐτοῦ, βία μετὰ ἰσχύος." Οὐδὲ γὰρ ἡ ἀνθρωπεία στολὴ τὸ θεῖον κατεκάλυψε κάλλος· ἀλλὰ καὶ ταύτην περιβεβλημένος, μαρμαρυγὰς ἀπὸ τῆς ὥρας ἀφίησιν, ὡς τοὺς ὁρῶντας βιάζεσθαι καὶ καταθέλγειν εἰς ἔρωτα. Τοῦτο καὶ ἡ ἁγία νύμφη πρὸς αὐτὸν ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διαλεγομένη φησί· "Μύρον ἐκκενωθὲν ὄνομά σοι. ∆ιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου ἔδραμον." Αἱ γὰρ νεανικαὶ ψυχαί, τῆς σῆς εὐωδίας μεταλαμβάνουσαι, θέουσι καταλαβεῖν σε ποθοῦσαι· καὶ οἷον ἁλύσει τινὶ τῇ ὀσμῇ κατεχόμεναι, διαρρῆξαι τὸν δεσμὸν οὐκ ἀνέχονται· γλυκὺς γὰρ οὗτος καὶ ἐθελουσίως αὐταῖς περικείμενος. Τούτοις συμφωνεῖ καὶ τοῦ θεσπεσίου Παύλου τὰ ῥήματα· "Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν." 31.20 Καὶ καλὸν τοίνυν αὐτὸν ὑπὸ τῆς θείας γραφῆς διδασκόμενος, καὶ πλοῦτον ἄφραστον ἔχοντα, καὶ σοφίας ὄντα πηγήν, καὶ τοσαῦτα δυνάμενον ὅσα βούλεται, καὶ φιλανθρωπίᾳ χρώμενον ἀμετρήτῳ, καὶ ἡμερότητος ποταμοὺς ἀναβλύζοντα, καὶ διὰ πάντων εὐεργετεῖν μόνον τοὺς ἀνθρώπους ἐθέλοντα. Καὶ τὰ μυρία καὶ ἀριθμοῦ κρείττονα τῶν εὐεργεσίων εἴδη ὑπὸ τῶν θεοφόρων ἀνδρῶν διδασκόμενοι, τοῖς γλυκέσι τῆς ἀγάπης ἐτρώθησαν βέλεσι, καὶ μέλη τῆς νύμφης ὄντες, μετ' ἐκείνης βοῶσι· "Τετρωμένοι ἀγάπης ἡμεῖς." Ὁ μὲν γὰρ μέγας Ἰωάννης βοᾷ· "Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου." Ὁ δὲ προφήτης Ἡσαΐας ὡς γεγενημένα τὰ ἐσόμενα προεθέσπισε λέγων· "Αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν", καὶ τὰ ἄλλα ὅσα περὶ τῶν σωτηρίων παθῶν διεξέρχεται. Κηρύττει καὶ Παῦλος βοῶν· "Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;" Καὶ πάλιν· "Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ· τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα θεοῦ δικαιοσύνη ἐν αὐτῷ." 31.21 Ταῦτα καὶ ὅσα τοιαῦτα παρὰ τοῖς ὑπηρέταις τοῦ θείου λόγου γεγενημένοις εὑρίσκοντες, δέχονται πανταχόθεν τῆς θείας ἀγάπης τὰ κέντρα, καὶ πάντων ὑπερφρονοῦντες φαντάζονται τὸν ἐρώμενον, καὶ πρὸ τῆς ἐλπιζομένης ἀφθαρσίας τὸ σῶμα πνευματικὸν ἀπετέλεσαν. Τοῦτο καὶ ἡμεῖς τὸ φίλτρον δεξώμεθα, καὶ τῷ κάλλει τοῦ νυμφίου καταθελγόμενοι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐφιέμενοι, καὶ τὸ τῶν εὐεργεσιῶν ἐντρεπόμενοι πλῆθος, καὶ τὰς τῆς ἀχαριστίας δεδιότες εὐθύνας, ἀγαπῶντες δὲ φύλακες αὐτοῦ τῶν νόμων γενώμεθα. Οὗτος γὰρ ὅρος φιλίας, τὸ ταὐτὰ φιλεῖν, καὶ ταὐτὰ μισεῖν· διὰ τοῦτο καὶ τῷ Ἀβραὰμ ἔλεγεν· "Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι." Καὶ ὁ ∆αβὶδ πρὸς αὐτόν· "Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός." Καὶ πάλιν· "Οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι." Καὶ ἑτέρωθι· "Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα." Καὶ ἀλλαχοῦ· "Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν." Ἐναργὲς οὖν τεκμήριον τῆς περὶ τὸν θεὸν ἀγάπης, τῶν θείων αὐτοῦ νόμων ἡ τήρησις· "Ὁ γὰρ ἀγαπῶν με τὰς ἐντολάς μου φυλάξει", εἶπεν ὁ δεσπότης Χριστός, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.