1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

16

ἀθύρματα ἡγούμενον. Καὶ σχοίνοις τινὰ προσδήσαντες καὶ χαλάσαντες ἀνιμήσαντο τὸ παιδίον, ὃ καὶ παραυτίκα προσέδραμε τοῖς τοῦ Πρεσβύτου ποσίν, αὐτὸν τεθεᾶσθαι λέγον ἐν τοῖς ὕδασι φέροντα καὶ ὑποβρύχιον γενέσθαι κωλύοντα. Τοιοῦτον παρὰ τοῦ μακαρίου Πρεσβύτου τῆς φιλοξενίας ἡ θαυμασία γυνὴ τὸν μισθὸν ἐκομίσατο. 2.18 Καὶ ἵνα τὰ ἄλλα τὰ κατὰ τὴν ὁδὸν γεγενημένα καταλίπω, ἧκον μὲν εἰς τὴν Ἀντιόχειαν· πάντες δὲ παν ταχόθεν συνέθεον, ἰδεῖν τε ποθοῦντες τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ ἰατρείαν τινὰ τοῦ πάθους λαβεῖν ἕκαστος ἐφιέμενοι. Κατήχθη δὲ ἐν τοῖς ἐν τῇ ὑπωρείᾳ σπηλαίοις· ἔνθα καὶ τὸν θεῖον ἀπόστολον, τὸν μακάριον Παῦλον, καταχθῆναί τε καὶ κρυφθῆναί φασιν. Ἀλλ' εὐθύς, ἵνα μάθωσιν ἅπαντες ὡς ἄνθρωπος εἴη, καταβολή τις αὐτῷ πυρετοῦ γίνεται σφοδροτάτη. Ἀκακίου δὲ τοῦ μεγάλου τὸ μὲν πλῆθος τῶν συνειλεγμένων ὁρῶντος καὶ τὴν συμβᾶσαν δυσχεραίνοντος ἀρρωστίαν- πληγήσεσθαι γὰρ τοὺς συνεληλυθότας ἐνόμισεν, εἰ τὸ νόσημα μάθοιεν ἄνδρες διὰ τῆς ἐκείνου χειρὸς θεραπείαν εὑρέσθαι προσδοκῶντες· "Μὴ ἀθύμει, ἔλεγεν ὁ Πρεσβύτης· εἰ γὰρ ἀναγκαῖον τῆς ὑγιείας τὸ χρῆμα, παραυτίκα καὶ τοῦτο δώσει θεός". Εὐθὺς τοίνυν μετὰ τούσδε τοὺς λόγους εἰς ἱκετείαν τραπόμενος καὶ συνήθως τὰ γόνατα καὶ τὸ μέτωπον τῷ ἐδάφει πελάσας, ἠντιβόλει τῆς ὑγιείας τυχεῖν, εἴπερ τις ὄνησις ἐντεῦθεν τοῖς συνεληλυθόσι γενήσεται. Οὔπω τὴν προσευχὴν συνεπέρανε, καὶ πολὺς ἱδρὼς ἐξαπι ναίως γενόμενος τοῦ πυρετοῦ τὴν φλόγα κατέσβεσεν. 2.19 Ἐκεῖθεν πολλοὺς παντοδαπῶν νοσημάτων ἐλευθερώ σας ἐπὶ τὸν σύλλογον ᾔει τῶν εὐσεβῶν. ∆ιϊόντος δὲ αὐτοῦ τῶν βασιλείων τὰς θύρας, προσαίτης τις ἀντὶ τῶν ποδῶν τοῖς γλουτοῖς κεχρημένος, καὶ ἐπὶ τοῦ ἐδάφους συρόμενος, ἐκτείνας τὴν χεῖρα, καὶ τῇ σισύρᾳ τοῦ Πρεσβύτου πελάσας, ἐξήλασε μὲν τῇ πίστει τὸ πάθος, ἀναπηδήσας δὲ τὸν πρὸ τῆς ἀρρωστίας ἐπεδείκνυτο δρόμον, τὰ αὐτὰ ποιῶν τῷ χωλῷ ὃν Πέτρος καὶ Ἰωάννης ἀνέστησαν. Τούτου γενο μένου, συρρεῖ ἅπαν τὸ τοῦ ἄστεως πλῆθος, καὶ τὸ πολεμικὸν γυμνάσιον πλῆρες τῶν συνθεόντων ἐγένετο. Ἐν αἰσχύνῃ δὲ ἦσαν οἱ συκοφάνται καὶ τοῦ ψεύδους τεχνῖται, ἐν εὐθυμίᾳ δὲ πάσῃ καὶ εὐφροσύνῃ τῆς εὐσεβείας οἱ τρόφιμοι. 2.20 Ἐκεῖθεν εἰς τὰς οἰκίας εἷλκον τὸν τῆς εὐσεβείας φωστῆρα οἱ θεραπείας δεόμενοι. Καί τις, ἀνὴρ μεγίστην ἀρχὴν ἐγκεχειρισμένος καὶ τῆς ἕω τὰ πηδάλια κατέχειν πεπιστευμένος, πέμψας ἱκέτευσεν αὐτὸν ἀφικέσθαι, καὶ τῆς ἐπικειμένης ἀρρωστίας ἐλευθερῶσαι. Ὁ δὲ οὐδὲν μελλήσας παρεγένετο καί, τὸν κοινὸν ἱκετεύσας δεσπότην, ἔλυσε λόγῳ τὸ πάθος, καὶ χάριν ὁμολογεῖν τῷ θεῷ παρηγγύα. 2.21 Ταῦτα καὶ τὰ τοιαῦτα διαπραξάμενος ἐπὶ τὴν ἀσκη τικὴν λοιπὸν ἐδοκίμασε καλύβην ἐπανελθεῖν. ∆ιὰ δὲ τῆς Κύρρου τὴν πορείαν ποιούμενος-πόλις δὲ αὕτη δύο σταθμοὺς Ἀντιοχείας ἀπέχουσα-, κατήχθη μὲν εἰς τὸν τοῦ νικηφόρου μάρτυρος ∆ιονυσίου σηκόν. Οἱ δὲ τῆς εὐσεβείας ἐκεῖ προστατεύοντες συνελθόντες ἱκέτευον ἐπα μῦναι σφίσι προὖπτον ὄλεθρον προσδοκῶσιν. Ἀστέριον γὰρ ἔφασκον ἐν σοφιστικῇ ψευδολογίᾳ τραφέντα, εἶτα ἑαυτὸν εἰς τὴν τῶν αἱρετικῶν ἐκκλησίαν εἰσφρήσαντα καὶ ἐπισκοπικῆς λειτουργίας ἀξιωθέντα, δεινῶς τῷ ψεύδει συνηγορεῖν καὶ κακοτεχνίᾳ κατὰ τῆς ἀληθείας κεχρῆσθαι· "Καὶ δεδοίκαμεν, ἔλεγον, μὴ οἷόν τινι δελεάσματι τῇ εὐγλωττίᾳ τὸ ψεῦδος συγκαλύψας, καὶ τὰς τῶν συλλογισμῶν πλοκὰς οἷόν τινα δίκτυα πετάσας, πολλοὺς τῶν ἁπλότητι συνεζηκότων ἀγρεύσῃ. Τούτου γὰρ χάριν μετάπεμπτος ὑπὸ τῶν ἐναντίων γεγένηται". Ὁ δὲ Πρεσβύτης· "Θαρσεῖτε, ἔφη, καὶ μεθ' ἡμῶν τὸν θεὸν ἱκετεύετε, νηστείαν καὶ κακου χίαν τῇ προσευχῇ προστιθέντες." Οὕτω τούτων τὸν θεὸν ἀντιβολούντων, πρὸ μιᾶς τῆς πανηγύρεως ἡμέρας καθ' ἣν ἔμελλε τοὺς λόγους