1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

60

ταλαιπωρῶν τὸν λοιπὸν διετέλεσε βίον, ἐσθῆτι μὲν δερματίνῃ καλυπτόμενος, ἐρεβίνθοις δὲ καὶ κυάμοις ὕδατι δευομένοις τρεφόμενος. Καὶ ἰσχάδων δὲ ἔστιν ὅτε μετελάμβανεν ὑπερείδειν τοῦ σώματος τὴν ἀσθένειαν οὕτω πως πειρώμενος. Καὶ εἰς γῆρας δὲ ἐλάσας βαθὺ ὡς καὶ τῶν ὀδόντων τοὺς πλείστους ἀποβαλεῖν οὔτε τὴν τροφὴν οὔτε τὴν οἴκησιν ἤμειψεν· ἀλλὰ καὶ ἐν χειμῶνι πηγνύμενος καὶ ἐν θέρει φλεγόμενος ἔφερε καρτερῶς τὰς ἐναντίας τοῦ ἀέρος ποιότητας, ἐρρικνωμένον μὲν ἔχων τὸ πρόσωπον, τεταριχευμένα δὲ ἅπαντα τὰ μέλη τοῦ σώματος. Οὕτω δὲ τοῖς πολλοῖς πόνοις τὸ σῶμα κατεδαπάνησεν ὡς μηδὲ τὴν ζώνην ἐπὶ τῆς ἰξύος μένειν, ἀλλ' ἐπὶ τὰ κάτω χωρεῖν· οὐ γὰρ ἦν ὅ τι κωλύσειε· κατηνάλωντο γὰρ καὶ γλουτοὶ καὶ ἰσχία καὶ παρεῖχον τῇ ζώνῃ ῥᾳδίαν τὴν ἐπὶ τὰ κάτω φοράν· τοιγάρτοι τῷ χιτῶνι τὴν ζώνην προσέρρα ψεν, οὕτω τὴν στάσιν αὐτῆς σοφισάμενος. 18.2 Κομιδῇ δὲ αὐτὸν ἀπέκναιεν ἡ πρὸς τοὺς πολλοὺς ὁμιλία· τὴν θείαν γὰρ διηνεκῶς φανταζόμενος θεωρίαν ἕλκειν ἐκεῖθεν οὐκ ἐβούλετο τὴν διάνοιαν. Ἀλλ' ὅμως καὶ θερμὸν ἔχων οὕτω τὸν ἔρωτα, ὀλίγοις τῶν γνωρίμων ἀποφράττειν τὴν θύραν καὶ εἴσω διαβαίνειν ἐπέτρεπε. Καὶ τὴν ἀπὸ τῶν θείων λογίων τροφὴν προσφέρων, πάλιν ἀπιόντας ἐκέλευε τῇ θύρᾳ τὸν πηλὸν ἐπιθεῖναι. Καὶ τὴν πρὸς τοὺς ὀλίγους συντυχίαν φυγεῖν ἄμεινον ἡγησάμενος ἀπετείχισε τὴν εἴσοδον παντελῶς, τῇ θύρᾳ ἐκείνῃ λίθον μέγιστον προσαρμόσας. ∆ιά τινος δὲ ὀρύγματος ὀλίγοις τῶν συνήθων διελέγετο μέν, οὐχ ἑωρᾶτο δέ· οὕτω γὰρ ἐμεμηχάνητο· ἐκεῖθεν δὲ εἰσεδέχετο καὶ τὴν ὀλίγην ἐκείνην τροφήν. Πάλιν δὲ τὴν πρὸς ἅπαντας ἀπαγορεύσας διάλεξιν ἐμὲ μόνον τῆς γλυκείας ἐκείνης καὶ τῷ θεῷ φίλης ἠξίου φωνῆς· καὶ ἀπιέναι βουλόμενον ἐπὶ πλεῖστον κατεῖχε περὶ τῶν οὐρανίων πραγμάτων διαλεγόμενος. 18.3 Πολλῶν δὲ ὡς αὐτὸν ἀφικνουμένων καὶ τῆς εὐλογίας ἀπαιτούντων τὸ δῶρον, σφόδρα τούτων δυσχεράνας τὸν θόρυβον οὔτε τὸ γῆρας εἰς νοῦν λαβὼν οὔτε τὴν ἐπικειμένην ἀσθένειαν λογισάμενος ὑπερβαίνει τὸ θριγκίον οὐκ εὐεπί βατον ὂν οὐδὲ τοῖς μάλα σφριγῶσιν, καὶ τὴν πελάζουσαν τῶν ἀσκητῶν καταλαβὼν συμμορίαν, θριγκίῳ πάλιν σμικρῷ παρὰ τὴν τοῦ τοίχου γωνίαν χρησάμενος μετὰ τῶν συνήθων ἠγωνίζετο πόνων. 18.4 Ὁ ταύτης δὲ προστατεύων τῆς ποίμνης, ἀνὴρ 18.4 πάσης μεστὸς ἀρετῆς, ἰσχάσιν αὐτὸν ἔφη πέντε καὶ δέκα χρησάμενον τὰς ἑπτὰ τῆς ἁγίας νηστείας διελθεῖν ἑβδομάδας· καὶ τοῦτον ἠγωνίσατο τὸν ἀγῶνα πλειόνα μὲν ἢ ἐνενήκοντα ἔτη βεβιωκώς, ἀσθενείᾳ δὲ δυσδιηγήτῳ τετρυχωμένος. Ἀλλὰ τῆς ἀσθενείας ἦν κρείττων ἡ προθυμία καὶ ὁ θεῖος πόθος εὐμαρῆ πάντα ἐδείκνυ καὶ ῥᾴδια. Τούτοις καὶ οὗτος τοῖς ἱδρῶσι περιρρεόμενος κατέλαβε τοῦ δρόμου τὴν νύσσαν καὶ τὸν ἀγωνοθέτην ὁρῶν καὶ τοὺς στεφάνους ποθῶν. Ἐγὼ δὲ τῆς πρεσβείας ἐκείνης τυχεῖν ἀξιῶ ἧς ἔτι περιόντος ἀπέλαυον· ζῆν γὰρ αὐτὸν πιστεύω καὶ καθαρω τέραν ἔχειν πρὸς τὸν θεὸν παρρησίαν. 19.t ΣΑΛΑΜΑΝΗΣ 19.1 Ἀδικεῖν νομίσας τὴν ἀρετὴν εἰ καὶ Σαλαμάνου τοῦ θαυμασίου τὸν βίον τοῖς ἐσομένοις μὴ γνωρίσαιμι, ἀλλ' ὑπὸ τῆς λήθης χωννυμένην περιΐδοιμι, ἐν κεφαλαίῳ ποιήσομαι τὴν διήγησιν. Κώμη τίς ἐστι τοῦ Εὐφράτου ποταμοῦ πρὸς ἑσπέραν αὐτῇ ἐπικειμένη τῇ ὄχθῃ, Καπερσανᾶ καλουμένη. Ἐκ ταύτης οὗτος ὁρμώμενος καὶ τὸν ἡσύχιον ἀσπαζόμενος βίον, ἐν τῇ ἀντιπέραν κώμῃ σμικρὸν οἰκίσκον εὑρὼν καθεῖρξεν ἑαυτὸν οὔτε θύραν οὔτε θυρίδα καταλιπών· ἅπαξ δὲ τοῦ ἔτους παρὰ τὴν γῆν ὀρύττων παντὸς τοῦ ἔτους ὑπεδέχετο τὴν τροφὴν οὐδενί ποτε ἀνθρώπων διαλεγό μενος· καὶ τοῦτον τὸν τρόπον οὐκ ὀλίγον ἀλλ' ὅτι μάλιστα πλεῖστον διετέλεσε χρόνον.