1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

79

χάριτος ἀπολαύσας οὐδὲ ταύτης ἐδεήθη τῆς βοηθείας, ἀλλ' ἕστηκε τὰς τεττα ράκοντα ἡμέρας σιτίων μὲν οὐκ ἀπολαύων, προθυμίᾳ δὲ καὶ θείᾳ ῥωννύμενος χάριτι. 26.10 Τρία τοίνυν, ὡς ἔφην, ἐν ἐκείνῳ τῷ οἰκίσκῳ διατε λέσας ἔτη τὴν πολυθρύλητον ταύτην κατέλαβε κορυφὴν θριγκίον ἐν κύκλῳ γενέσθαι παρεγγυήσας, ἄλυσιν δὲ ἐκ σιδήρου πήχεων εἴκοσι κατασκευάσας καὶ ταύτης θατέραν μὲν ἀρχὴν πέτρᾳ τινὶ μεγίστῃ προσηλώσας, θατέραν δὲ τῷ δεξιῷ ποδὶ προσαρμόσας, ὡς ἂν μηδὲ βουλόμενος ἔξω τῶν ὅρων ἐκείνων ἀπίοι, ἔνδον διῆγεν διηνεκῶς τὸν οὐρανὸν φανταζόμενος καὶ τὰ ἄνω τῶν οὐρανῶν θεωρεῖν βιαζόμενος· οὐ γὰρ ἐκώλυε τῆς διανοίας τὴν πτῆσιν ὁ τοῦ σιδήρου δεσμός. Ἐπειδὴ δὲ Μελέτιος ὁ θαυμάσιος ἐπισκοπεῖν τηνικαῦτα τῆς Ἀντιόχου πόλεως τεταγμένος τὴν χώραν, ἀνὴρ φρενήρης καὶ συνέσει λάμπων καὶ ἀγχινοίᾳ κεκοσμη μένος, περιττὸν ἔφη τὸν σίδηρον, ἀρκούσης τῆς γνώμης λογικὰ τῷ σώματι περιθεῖναι δεσμά, εἶξε μὲν καὶ τὴν παραίνεσιν εὐπειθῶς εἰσεδέξατο, χαλκέα δὲ κληθῆναι κελεύ σας λῦσαι προσέταξε τὸν δεσμόν. Ἐπειδὴ δὲ καὶ δέρμα τῷ σκέλει προσήρμοστο, ὡς ἂν μὴ λωβηθείη ὑπὸ τοῦ σιδήρου τὸ σῶμα, καὶ ἔδει καὶ τοῦτο- συνερραμμένον γὰρ ἦν-διαρραγῆναι, πλείους ἢ εἴκοσι μεγίστους κόρεις ἔφασαν ἐν ἐκείνῳ κατιδεῖν ἐμφωλεύοντας. Καὶ τοῦτο ἔφη ὁ θαυμάσιος τεθεᾶσθαι Μελέτιος. Ἐγὼ δὲ ἀπεμνημόνευσα τὴν πολλὴν κἀντεῦθεν τοῦ ἀνδρὸς καρτερίαν ἐπιδεικνύς· πιλῆσαι γὰρ τῇ χειρὶ τὸ δέρμα καὶ διαφθεῖραι πάντας ῥᾳδίως δυνάμενος τῶν ἀνιαρῶν δηγμάτων ἠνείχετο καρτερῶν ἐν τοῖς μικροῖς τὴν τῶν μειζόνων ἀγώνων ἀσπαζόμενος γυμνασίαν. 26.11 Τῆς τοίνυν φήμης πάντοσε διαθεούσης συνέθεον ἅπαντες, οὐχ οἱ γειτονεύοντες μόνοι, ἀλλὰ καὶ οἱ πολλῶν ἡμερῶν ἀφεστηκότες ὁδόν· οἱ μὲν παρειμένους τὸ σῶμα προσφέροντες, οἱ δὲ ἀρρώστοις ὑγιείαν αἰτοῦντες, οἱ δὲ πατέρες γενέσθαι παρακαλοῦντες καί, ὃ παρὰ τῆς φύσεως οὐκ ἔλαβον, ἱκέτευον δι' ἐκείνου λαβεῖν. Λαμβάνοντες δὲ καὶ τῶν αἰτήσεων ἀπολαύοντες μετ' εὐφροσύνης μὲν ἐπανῄ εσαν, κηρύττοντες δὲ τὰς εὐεργεσίας, ὧν ἔτυχον, πολλα πλασίους τῶν αὐτῶν δεησομένους ἐξέπεμπον. Οὕτω δὲ πάντων πανταχόθεν ἀφικνουμένων καὶ πάσης ὁδοῦ ποταμὸν μιμουμένης πέλαγος ἀνθρώπων ἔστιν ἰδεῖν ἐν ἐκείνῳ συνιστάμενον τῷ χωρίῳ τοὺς πανταχόθεν δεχόμενον ποτά μους. Οὐ γὰρ μόνον οἱ τὴν καθ' ἡμᾶς οἰκουμένην οἰκοῦντες συρρέουσιν, ἀλλὰ καὶ Ἰσμαηλῖται καὶ Πέρσαι καὶ Ἀρμένιοι οἱ τούτων ὑποχείριοι καὶ Ἴβηρες καὶ Ὁμηρῖται καὶ οἱ ἐκείνων ἐνδότεροι. Ἀφίκοντο δὲ πολλοὶ τὰς τῆς ἑσπέρας οἰκοῦντες ἐσχατιάς, Σπάνοι τε καὶ Βρεττανοὶ καὶ Γαλάται οἱ τὸ μέσον τούτων κατέχοντες. Περὶ γὰρ Ἰταλίας περιττὸν καὶ λέγειν. Φασὶ γὰρ οὕτως ἐν Ῥώμῃ τῇ μεγίστῃ πολυθρύ λητον γενέσθαι τὸν ἄνδρα, ὡς ἐν ἅπασι τοῖς τῶν ἐργαστηρίων προπυλαίοις εἰκόνας αὐτῷ βραχείας ἀναστηλῶσαι, φυλακήν τινα σφίσιν αὐτοῖς καὶ ἀσφάλειαν ἐντεῦθεν πορίζοντας. 26.12 Ἐπειδὴ τοίνυν ἀριθμοῦ κρείττους οἱ ἀφικνούμενοι προσψαύειν δὲ ἅπαντες ἐπεχείρουν καί τινα εὐλογίαν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων τρυγᾶν, πρῶτον μὲν τῆς τιμῆς τὸ ὑπερβάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα καὶ τοῦ πράγματος τὸ ἐπίπονον δυσχεραίνων τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν, πρῶτον μὲν ἓξ πήχεων τμηθῆναι κελεύσας, εἶτα δύο καὶ δέκα, μετὰ δὲ ταῦτα δύο καὶ εἴκοσι, νῦν δὲ ἓξ καὶ τριάκοντα· ἀναπτῆναι γὰρ εἰς οὐρανὸν ἐφίεται καὶ τῆς ἐπιγείου ταύτης ἀπαλλαγῆναι διατριβῆς. Ἐγὼ δὲ οὐδὲ τῆς θείας ἄνευ οἰκονομίας ταύτην ὑπολαμ βάνω γεγενῆσθαι τὴν στάσιν, οὗπερ εἵνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶτταν καὶ μὴ ἐπιτρέπειν ὡς ἔτυχε φέρεσθαι, σκοπεῖν δὲ ὡς πολλάκις τοιαῦτα ὁ δεσπότης τῶν ῥᾳθυμοτέρων εἵνεκεν ὠφελείας ἐμηχανήσατο. Καὶ γὰρ τὸν Ἡσαΐαν γυμνὸν καὶ