1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

10

ἑσπέραν μέχρις αὐτῆς τοῦ ποταμοῦ τῆς ὄχθης-Εὐφράτης δὲ ὄνομα τούτῳ-, πρὸς ἥλιον δὲ ἀνίσχοντα τὸ τέρμα ἔχει τῆς Ῥωμαίων ἡγεμονίας· ἡ γὰρ Ἀσσυρία διαδέχεται, πέρας οὖσα ἑσπέριον τῆς Περσικῆς βασιλείας, ἣν Ἀδιαβηνὴν οἱ μετὰ ταῦτα ὠνόμασαν. Ἐν τούτῳ τῷ ἔθνει πολλαὶ μὲν πόλεις μεγάλαι καὶ πολυάν θρωποι, χώρα δὲ παμπόλλη μὲν οἰκουμένη, παμπόλλη δὲ ἀοίκητός τε καὶ ἔρημος. 2.2 Ταύτης ἐσχατιὰν τῆς ἐρήμου καταλαβὼν ὁ θεῖος οὗτος ἀνὴρ καὶ ἄντρον εὑρὼν οὐ χειροποίητον, οὐδὲ εὖ καὶ καλῶς ὀρωρυγμένον, ἀλλὰ βραχεῖάν τινα σκέπην παρέχειν δυνάμενον τοῖς καταφεύγειν ἐθέλουσιν, ἀσπασίως ᾤκησε τὸ χωρίον, τῶν χρυσῷ καὶ ἀργύρῳ καταλαμπομένων βασιλείων νομίζων πολυτελέστερον. Ἐν τούτῳ διῆγεν, ἅπαξ τῆς ἑβδομάδος σιτίων μεταλαμβάνων. Σιτίον δὲ ἦν αὐτῷ ἄρτος ὁ καχρυδίας καὶ αὐτὸς πιτυρίας, ὄψον δὲ οἱ ἅλες, πόμα δὲ ἥδιστον τὸ αὐτοφυὲς τῶν ὑδάτων νᾶμα, καὶ τοῦτο δὲ οὐ τῷ κόρῳ μετρούμενον, ἀλλὰ τῇ χρείᾳ τῆς προκαταβληθείσης τροφῆς ὁριζόμενον. Τρυφὴ δὲ ἦν αὐτῷ καὶ χλιδὴ καὶ πανδαισία παντοδαπὴ ἡ τοῦ ∆αβὶδ ὑμνῳδία καὶ ἡ διηνεκὴς πρὸς θεὸν ὁμιλία. Καὶ τούτων ἀπλήστως ἀπολαύων, κόρον λαβεῖν οὐκ ἐβούλετο, ἀλλ' ἀεὶ μὲν ἐνεπίμ πλατο, ἀεὶ δὲ ἐβόα· "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου". Ἤκουσε γὰρ πάλιν τοῦ μακαρίου ∆αβὶδ λέγοντος· "Τὰ κρίματα κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπι θυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον". Ἤκουσεν αὐτοῦ πάλιν λέγοντος· "Κατατρύφησον τοῦ κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου". Καὶ αὖθις· "Εὐφρανθήτω καρδία ζητούντων τὸν κυρίον." Καί· "Εὔφρανον τὴν καρδίαν μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου." Καί· "Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος." Καί· "Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα." Καί· "Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου." Καὶ μετέθηκεν εἰς ἑαυτὸν τοῦ ταῦτα εἰρηκότος τὸν ἔρωτα. Τούτου γὰρ χάριν αὐτὰ καὶ ∆αβὶδ ὁ μέγας ᾄδων ἐδίδασκεν ὡς ἂν πολλοὺς κοινωνοὺς καὶ συνεραστὰς τοῦ θεοῦ καταστήσειε· καὶ οὐ διήμαρτε τῆς ἐλπίδος, ἀλλὰ καὶ τοῦτον τὸν θεσπέσιον ἄνδρα καὶ μυρίους ἑτέρους τῷ θείῳ κατέτρωσεν ἔρωτι. Τοσοῦτον γὰρ οὗτος ἐδέξατο φίλτρου πυρσόν, ὡς μεθύειν τῷ πόθῳ καὶ μηδὲν μὲν ὁρᾶν τῶν γηΐνων, μόνον δὲ τὸν ἐρώμενον καὶ νύκτωρ ὀνειροπολεῖν καὶ μεθ' ἡμέραν φαν τάζεσθαι. 2.3 Ταύτην αὐτοῦ τὴν ἄκραν φιλοσοφίαν πολλοὶ μεμαθη κότες, οἱ μὲν ἐκ γειτόνων οἰκοῦντες, οἱ δὲ πόρρωθεν- ὑπόπτερος γὰρ ἡ φήμη διέθεε πάντοσε-, ἔδραμον ἱκετεύοντες τῆς παλαίστρας μεταλαχεῖν καὶ ὑπ' αὐτῷ οἷόν τινι γυμναστῇ καὶ παιδοτρίβῃ τὸ λοιπὸν βιοτεύειν. Θηρεύουσι γὰρ οὐ μόνον ὄρνιθες ὄρνιθας ᾄδοντες καὶ πρὸς ἑαυτοὺς τοὺς ὁμογενεῖς ἐκκαλούμενοι καὶ ταῖς περικειμέναις περιπείροντες πάγαις, ἀλλὰ καὶ ἄνθρωποι τοὺς ὁμοφυεῖς, οἱ μὲν εἰς λώβην, οἱ δὲ εἰς σωτηρίαν ἀγρεύουσιν. Οὕτω συναγειρόμενοι δέκα μὲν ταχέως ἐγένοντο, εἶτα διπλάσιοι καὶ τριπλάσιοι, ὕστερον δὲ τὸν ἑκατὸν ἐπλήρωσαν ἀριθμόν. 2.4 Καὶ τοσούτους δὲ γενομένους ἐκεῖνο τὸ ἄντρον ἐδέχετο· ἔμαθον γὰρ παρὰ τοῦ Πρεσβύτου τῆς τοῦ σώματος κατο λιγωρεῖν θεραπείας. Ἐσιτοῦντο δὲ καὶ αὐτοὶ τῷ παιδοτρίβῃ παραπλησίως τὸν καχρυδίαν ἄρτον τοῖς ἁλσὶν ἡδυνόμενον. Χρόνῳ δὲ ὕστερον καὶ τῶν αὐτοφυῶν λαχάνων συλλέγοντες, εἶτα κεράμους ἐμφοροῦντες καὶ τῆς ἅλμης ὅσον ἀπόχρη μιγνύντες, εἶχον ὄψον οἱ θεραπείας δεόμενοι. Τούτῳ δὲ τῷ λαχάνῳ τὰ νενοτισμένα τῶν οἰκημάτων πολέμια· εὐρῶτα γὰρ αὐτῷ καὶ σηπεδόνα πέφυκεν ἐμποιεῖν· τούτου τοιγαροῦν τοῦ πάθους περὶ τόδε τὸ ὄψον γεγενημένου-πολλὴν γὰρ πανταχόθεν τὸ ἄντρον εἰσεδέχετο τὴν νοτίδα-, ἱκέτευον τὸν Πρεσβύτην οἱ θιασῶται