1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

90

31.1 Ἡλίκοι μὲν οἱ τῆς ἀρετῆς ἀθληταί, καὶ ὅσοι καὶ οἵοις στεφάνοις λαμπρύνονται, σαφῶς διδάσκει τὰ περὶ αὐτῶν συγγραφέντα ἡμῖν διηγήματα. Εἰ γὰρ καὶ μὴ πάντας αὐτῶν περιέχει τοὺς ἄθλους, ἀλλ' ἀπόχρη καὶ τὰ ὀλίγα παντὸς τοῦ βίου δεῖξαι τὸν χαρακτῆρα. Καὶ γὰρ τὸν χρυσὸν οὐχ ἅπαντα τὸν προσφερόμενον δαπανῶσα ἡ λίθος, ἀλλ' ὀλίγῳ τινὶ προστριβομένη δόκιμον ἢ ἀδόκιμον δείκνυσι· καὶ τὸν τοξότην δὲ ὡσαύτως ἐξ ὀλίγων ἀφιεμένων βελῶν καταμάθοι ἄν τις ἀκριβῶς εἴτε ἄριστα τοξεύοι κατὰ σκοπὸν βάλλων, εἴτε ἔξω φέροιτο, τὴν τέχνην οὐκ ἠσκήμενος. Οὕτω καὶ τοὺς ἄλλους τεχνίτας, ἵνα μὴ καθ' ἕκαστον λέγω, δυνατὸν διαγνῶναι, καὶ ἀθλητὰς καὶ δρομέας καὶ τραγῳδίας ὑποκριτὰς καὶ κυβερνήτας καὶ ναυπηγοὺς καὶ ἰατροὺς καὶ γηπόνους καὶ τοὺς ἄλλους ἁπαξαπλῶς, ὅσοι τινὰ μεταχειρίζουσι τέχνην· ἱκανὴ γὰρ ὀλίγη πεῖρα καὶ τῶν ἐπιστημόνων ἐπιδεῖξαι τὴν τέχνην, καὶ τῶν ὀνόματι μόνῳ χρωμένων ἐλέγξαι τὴν ἀμαθίαν. Ἀπόχρη τοίνυν, ὡς ἔφην, καὶ τὰ ὀλίγα συγγραφέντα τῶν ἑκάστῳ κατωρ θωμένων, πᾶσαν διδάξαι τὴν τοῦ βίου προαίρεσιν. Προσήκει δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος ἐρευνῆσαι, καὶ ζητῆσαι, καὶ καταμαθεῖν ἀκριβῶς πόθεν ὁρμώμενοι τήνδε τὴν πολιτείαν ἠσπάσαντο, καὶ ποίοις χρώμενοι λογισμοῖς αὐτὴν κατέλαβον τῆς φιλοσοφίας τὴν κορυφήν· ὅτι γὰρ οὐ τῇ ῥώμῃ θαρροῦντες τοῦ σώματος, τῶν ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπείαν ἠράσθησαν, καὶ τοὺς ταύτῃ κειμένους ὑπερέβησαν ὅρους, καὶ τὰ παγέντα τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς ὑπερεπήδησαν σκάμματα, σαφὴς ἡ πεῖρα διδάσκαλος. 31.2 Οὐδεὶς γὰρ τῶν τῆς φιλοσοφίας ταύτης ἀμοίρων τὴν τούτων καρτερίαν ἐπεδείξατο πώποτε. Εἰ γὰρ καὶ νίφονται ποιμένες, ἀλλ' οὐκ ἀεί· καὶ ἄντροις γὰρ χρῶνται, καὶ εἰς τὰς οἰκίας ἐπανίασι, καὶ ὑποδήμασι δὲ τοὺς πόδας καλύ πτουσι, καὶ ἐσθήμασι θερμοτέροις τὰ ἄλλα μέρη τοῦ σώματος περιβάλλουσι· καὶ δίς, καὶ τρὶς τῆς ἡμέρας, τάχα δὲ καὶ τετράκις τροφῆς ἀπολαύουσι. Καὶ κρεοφαγία δὲ καὶ οἰνοπο σία πάσης ἐσχάρας ἄμεινον διαθερμαίνει τὰ σώματα· ὅταν γὰρ ἡ τοιαύτη τροφὴ τὴν ἀλλοίωσιν δέξηται, καὶ οἷον ἠθμῷ τινι διακριθεῖσα, καὶ τὸ ἧπαρ καταλαβοῦσα, τὴν εἰς αἷμα μεταβολὴν ὑπομείνῃ, χωρεῖ μὲν εἰς τὴν καρδίαν διὰ τῆς κοίλης φλεβός· ἐκθερμανθεῖσα δέ, ἐκεῖθεν, οἷον διά τινων ὀχετῶν τῶν διεσπαρμένων φλεβῶν, εἰς ἅπαντα διατρέχει τὰ τοῦ σώματος μόρια· οὗ δ' ἂν ἀφίκηται, οὐκ ἄρδει μόνον, ἀλλὰ καὶ πυρὸς δίκην ἐκθερμαίνει, καὶ τῶν μαλακῶν ἱματίων ἄμεινον περιθάλπει τὸ σῶμα. Οὐ γάρ, ὥς τινες ὑπολαμβάνουσι, χιτῶνες καὶ ἀμπεχόναι καὶ ἐφεστρίδες τῷ σώματι τὸ θάλπος παρέχουσιν· ἢ γὰρ ἂν καὶ ξύλα καὶ λίθους ἐθέρμαναν, οἷς ἂν ἐπέλασαν· ἀλλ' οὐδεὶς ἐθεάσατο πώποτε ξύλον ἢ λίθον θερμότερον ὑπὸ ἱματίων γεγενημένον. Οὐκοῦν οὐδὲ τῷ σώματι ταῦτα παρέχει τὴν θέρμην· ἀλλὰ τοῦ σώματος ταῦτα φυλάττει τὴν θέρμην· καὶ ἀπείργει μὲν τοῦ ψυχροῦ ἀέρος τὴν προσβολήν· ὑποδε χόμενα δὲ τοὺς ἐκ τοῦ σώματος ἐξιόντας ἀτμούς, καὶ θερμαίνεται τούτοις, καὶ θερμότερα προσβάλλει τῷ σώματι. Καὶ μάρτυς ἡ πεῖρα· ψυχρᾷ γὰρ πολλάκις τῇ κλίνῃ προσ βαλόντες, τῇ τοῦ σώματος ὁμιλίᾳ θερμὴν τὴν πρὸ βραχέος ψυχρὰν ἀποτελοῦμεν στρωμνήν. Οὐκοῦν ἡ τροφὴ παντὸς ἱματίου πλέον διαθερμαίνει τὸ σῶμα· οἱ δὲ ταύτης εἰς κόρον μεταλαμβάνοντες, ἔρυμα ἔχουσιν ἀρκοῦν πρὸς τὴν τοῦ κρυμοῦ προσβολήν. Καθοπλίζουσι γὰρ ταύτῃ τὸ σῶμα, καὶ ἀντέχειν πρὸς τὴν τοιαύτην τοῦ ἔτους παρασκευάζουσιν ὥραν. Οἱ δὲ μήτε σιτίων, μήτε ποτῶν καθ' ἑκάστην ἀπο λαύοντες ἡμέραν, καὶ ἡνίκα δ' ἂν ἀπολαύσωσιν, οὐ τὸν κόρον ἀναμένοντες, ἀλλὰ τὴν ὄρεξιν ἀκμάζουσαν χαλι νοῦντες, καὶ μεταλαμβάνοντες οὐ τῶν θερμᾶναι δυναμένων τὸ σῶμα, ἀλλ' ἢ ποηφαγοῦντες τοῖς ἀλόγοις παραπλησίως, ἢ διαβρόχοις ὀσπρίοις χρώμενοι