1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

14

ἀποθλίψαντες δὲ εἰς τὸν κώθωνα ἀποπίοιεν. Τοιγάρτοι πολλῶν ἡμερῶν ὁδὸν ἐξανύσαντες, καταλαμβάνουσι τὸ ποθούμενον ὄρος καί, τὸν οἰκεῖον προσκυνήσαντες δεσπότην, πολὺν ἐκεῖ διετέλεσαν χρόνον, τοῦ χωρίου τὴν ἐρημίαν καὶ τὴν τῆς ψυχῆς ἡσυχίαν τρυφὴν μεγίστην ἡγούμενοι. Ἐν ἐκείνῃ δὲ τῇ πέτρᾳ, ὑφ' ᾗ κρυπτόμενος Μωϋσῆς τῶν προφητῶν ὁ κορυφαῖος ἠξιώθη τὸν θεὸν ἰδεῖν, ὡς δυνατὸν ἦν ἰδεῖν, ἐκκλησίαν δειμάμενος καὶ θεῖον ἁγιάσας θυσιαστήριον ὃ καὶ εἰς δεῦρο διέμεινεν, εἰς τὴν οἰκείαν ἐπανῆκε παλαίστραν. 2.14 Μαθὼν δὲ τοῦ ὁμωνύμου μέν, δυσσεβοῦς δὲ βασιλέως τὰς ἀπειλάς- πανωλεθρίαν γὰρ τοῖς εὐσεβέσιν ἀπειλήσας τὴν ἐπὶ Πέρσας πορείαν ἐστείλατο, καὶ ἐκεχήνεσαν οἱ τὰ αὐτὰ φρονοῦντες τὴν ἀπευκτὴν ἐκείνην ἐπάνοδον-, τηνικαῦτα σπουδαίαν τῷ θεῷ προσενεγκὼν προσευχὴν καὶ ταύτην μέχρι δεκάτης ἐκτείνας ἡμέρας, ἤκουσε φωνῆς φθεγγομένης, ὡς ὁ μυσαρὸς καὶ δυσώδης ἀνῄρηται χοῖρος. Ἀλλ' οὐδὲ τῆς προσευχῆς τὸ πέρας δεξαμένης, εὐθὺς συνεπέρανε τὴν εὐχήν, ἀλλὰ τὴν αἴτησιν εἰς ὑμνῳδίαν μετέβαλεν, εὐχαρι στήριον ἀναπέμπων ὕμνον τῷ σωτῆρι τῶν οἰκείων καὶ τῶν ἀλλοτρίων ἀνεξικάκῳ τε καὶ δυνατῷ πολεμίῳ· ἐμακρο θύμησε γὰρ ἐπὶ πλεῖστον τῷ δυσσεβεῖ· ἐπειδὴ δὲ ἡ μακροθυμία εἰς μείζονα λύτταν ἐπαιδοτρίβησε τὸν ἀλάστορα, εἰς καιρὸν τὴν τιμωρίαν ἐπήγαγεν. Πεπληρωκὼς δὲ τὴν προσευχὴν καὶ πρὸς τοὺς οἰκείους ἐπιστραφεὶς δῆλος ἦν εὔθυμον τὴν διάνοιαν ἔχων. Θυμηδίᾳ γὰρ γεγανωμένον ἐδείκνυ τὸ πρόσωπον. Θαυμασάντων δὲ τῶν συνόντων τὸ καινὸν τοῦ θεάματος-σκυθρωπὸς γὰρ ἀεὶ φαινόμενος, τηνικαῦτα μειδιῶν ἑωρᾶτο-καὶ τὴν αἰτίαν πυνθανομένων· "Τῆς εὐφροσύνης, ἔφη, ὦ ἄνδρες, καὶ θυμηδίας ὁ παρὼν καιρός· πέπαυται γὰρ ὁ ἀσεβής, κατὰ τὴν Ἡσαΐου φωνήν, καὶ ἔδωκε δίκας τῶν τολμημάτων ἀξίας, καί, κατὰ τοῦ πεποιηκότος καὶ σεσωκότος τυραννήσας θεοῦ, ὑπὸ δεξιᾶς ὑπηκόου δέδεκται τὴν δικαίαν σφαγήν. ∆ιὰ τοῦτο γάννυμαι, τὰς ὑπ' ἐκείνου πολεμηθείσας ἐκκλησίας γαυριώσας θεώμενος καὶ βλέπων τὸν ἀλιτήριον ὑπὸ τῶν ὑπ' αὐτοῦ τιμωμένων δαιμόνων οὐδεμιᾶς ἐπικουρίας τετυχηκότα". Ἐπὶ μὲν οὖν τῆς τοῦ δυσσεβοῦς τούτου σφαγῆς, τοιαύτης ἀπέλαυσε τῆς προγνώσεως. 2.15 Ἐπειδὴ δὲ καὶ Οὐάλης, ὁ μετ' ἐκεῖνον τῆς ῥωμαϊκῆς ἡγεμονίας τὰς ἡνίας δεξάμενος, τῶν εὐαγγελικῶν δογμάτων προέμενος τὴν ἀλήθειαν, τῆς Ἀρείου πλάνης τὴν ἀπάτην ἐδέξατο, τηνικαῦτα μείζων ἡ ζάλη κατὰ τῆς ἐκκλησίας ἠγείρετο, τῶν μὲν κυβερνητῶν πανταχόθεν ἐλαυνομένων, καταποντιστῶν δέ τινων καὶ πολεμίων ἀντεισαγομένων. Καὶ ἵνα μὴ πᾶσαν ἐκείνην ἐπὶ τοῦ παρόντος διηγῶμαι τὴν τραγῳδίαν, τἄλλα νῦν καταλείψω, ἑνὸς δὲ μόνου μνησθή σομαι ὃ τὴν ἐπανθοῦσαν τῷδε τῷ Πρεσβύτῃ τοῦ θείου πνεύματος χάριν ἐναργῶς ἐπιδείξει. Ἐξελήλατο μὲν ἀπὸ τῆς Ἀντιοχέων ὁ μέγας Μελέτιος, ὁ ταύτην ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ποιμαίνειν πεπιστευ μένος· ἐξελήλαντο δὲ τῶν θείων νεῶν οἱ εἰς τὸν ἱερὸν κλῆρον τελοῦντες ἅπαντες σὺν τῷ ὁμογνώμονι λαῷ, οἱ τὴν μίαν τῆς τριάδος θείαν οὐσίαν πρεσβεύοντες. Καὶ νῦν μὲν τὴν ὑπώρειαν καταλαμβάνοντες, ἐκεῖ τὰς ἱερὰς ἐποίουντο συνόδους· νῦν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην εὐκτήριον ἐποιοῦντο χωρίον· ἄλλοτε δὲ τὸ πολεμικὸν γυμνάσιον, τὸ πρὸ τῆς βορείου διακείμενον πύλης. Οὐ γὰρ εἴων οἱ πολεμοῦντες ἐφ' ἑνὸς ἱδρῦσθαι χωρίου τοὺς εὐσεβεῖς. 2.16 Ἐθρύλησαν δὲ τοῦ ψεύδους οἱ τρόφιμοι καὶ φήμην ἐν ἐκείνῃ τῇ πόλει κατέσπειραν ὡς τοῦ μεγάλου Ἰουλιανοῦ, τοῦδε τοῦ Πρεσβύτου φημί, τῶν ὑπ' αὐτῶν θρησκευομένων δογμάτων τὴν κοινωνίαν ἀσπαζομένου. Τοῦτο μάλιστα ἠνία τοὺς εὐσεβεῖς, μὴ τοὺς εὐηθεστέρους καὶ ἁπλοϊκωτέρους φενακίσασα ἡ φήμη τοῖς τῶν