1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

47

ἀπήλασε νόσους, πολλαῖς δὲ γυναιξὶ στερίφαις ἐχαρίσατο παῖδας· καὶ τοσαύτην παρὰ τοῦ θείου πνεύματος δεξάμενος δύναμιν, πτωχὸν ἑαυτὸν καὶ προσαίτην ὠνόμαζεν. 11.5 Πάντας τοίνυν τοὺς παρ' αὐτῷ φοιτῶντας καὶ φαινό μενος καὶ φθεγγόμενος ὠφελείας πληρῶν τὸν ἅπαντα διετέλεσε βίον. Ἐντεῦθεν δὲ ἐκδημήσας καὶ εἰς τὴν ἀγγελι κὴν χορείαν μετατεθεὶς κατέλιπε μνήμην οὐ συνταφεῖσαν τῷ σώματι ἀλλ' ἀνθοῦσαν καὶ τεθηλυῖαν καὶ ἄσβεστον εἰς ἀεὶ διαμένουσαν καὶ εἰς ὄνησιν τοῖς βουλομένοις ἀρκοῦσαν. Καὶ τὴν ἐντεῦθεν τοίνυν ἐρανισάμενος εὐλογίαν καὶ τὰ κατὰ τοὺς ἄλλους ἀθλητὰς ὡς οἷόν τε διηγήσομαι. 12.t ΖΗΝΩΝ 12.1 Ζηνῶνα τὸν θαυμάσιον οὐ πολλοὶ μὲν γινώσκουσιν, οἱ δὲ γινώσκοντες θαυμάζειν ἀξίως οὐ δύνανται. Οὗτος γὰρ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐν τῇ πατρίδι καταλιπών -αὕτη δὲ ἦν ὁ Πόντος-, ἀπέλαυσε μέν, ὡς ἔλεγε, τῶν Βασιλείου τοῦ μεγάλου ναμάτων γειτονεύοντος καὶ τὴν Καππαδοκῶν ἄρδοντος χώραν, τῆς δὲ ἀρδείας ἀξίους ἀπέδωκε τοὺς καρπούς. 12.2 Εὐθὺς μὲν γὰρ Οὐάλεντος τοῦ βασιλέως ἀναιρεθέντος, τὴν στρατιωτικὴν ἀπέθετο ζώνην· ἐγκατείλεκτο δὲ τοῖς τὰ βασιλέως ὀξέως διακομίζουσι γράμματα. Ἀπὸ δὲ τῶν βασιλείων εἴς τινα τάφον ὁρμήσας-πολλοὺς δὲ ἔχει τὸ τῇ Ἀντιοχείᾳ παρακείμενον ὄρος-, μόνος διῆγε, τὴν ψυχὴν ἐκκαθαίρων καὶ τὸ ταύτης ὀπτικὸν ἀεὶ ἀπορρύπτων καὶ τὴν θείαν φανταζόμενος θεωρίαν καὶ "τὰς τοῦ θεοῦ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενος" καὶ "πτέρυγας λαβεῖν ὡσεὶ περιστερᾶς" ἐφιέμενος καὶ εἰς τὴν θείαν κατάπαυσιν ἀναπτῆναι ποθῶν. Τούτου χάριν, οὐ κλίνην ἔσχεν, οὐ λύχνον, οὐκ ἐσχάραν, οὐ χύθραν, οὐ ληκύθιον, οὐ κιβώτιον, οὐ βιβλίον, οὐκ ἄλλο οὐδέν· ἀλλὰ ῥάκια μὲν ἠμπείχετο παλαιὰ καὶ ὑποδήματα δὲ ὡσαύτως δεσμῶν δεόμενα· διῄρητο γὰρ τῶν καττυμάτων τὰ δέρματα. 12.3 Παρ' ἑνὸς δὲ μόνου τῶν γνωρίμων τὴν ἀναγκαίαν τροφὴν ἐκομίζετο· αὕτη δὲ ἦν εἷς ἄρτος δύο χορηγούμενος ἡμέραις· τὸ δὲ ὕδωρ πόρρωθεν ἀρυόμενος αὐτὸς ἔφερε. Καί ποτέ τις αὐτὸν ἀχθοφοροῦντα θεασάμενος ἱκέτευσε κουφῖσαι τοῦ πόνου. Ὁ δὲ τὰ μὲν πρῶτα ἀντέτεινε, διδάσκων ὡς οὐκ ἀνέξεται μεταλαβεῖν ὕδατος ὑπ' ἄλλου κομισθέντος. Ὡς δὲ οὐκ ἔπεισεν, ἔδωκε τὰ σταμνία· δύο γὰρ ἀμφοῖν τοῖν χεροῖν ἐπεφέρετο. Ὡς δὲ εἴσω τῆς αὐλείου θύρας ἐγένετο, ἐκχέας τὸ ὕδωρ καὶ διαρράνας, πάλιν ἔδραμεν ἐπὶ τὸν κρουνὸν ἔργῳ βεβαιώσας τοὺς λόγους. 12.4 Κἀγὼ δέ, ὅτε πρῶτον αὐτὸν ἱστορῆσαι ποθήσας εἰς τὸ ὄρος ἀνῆλθον, ἐθεασάμην τοῖν χεροῖν τὰ σταμνία κατέ χοντα. Εἶτα ἠρόμην ὅπου εἴη τὸ τοῦ θαυμασίου Ζήνωνος καταγώγιον· ὁ δὲ ἥκιστα ἔλεγεν εἰδέναι μονάζοντα ταύτῃ τῇ προσηγορίᾳ καλούμενον. Ἐγὼ δὲ εἱπόμην, αὐτὸν εἶναι τοπάσας, τεκμήριον ποιούμενος τῶν λόγων τὸ μέτριον. Ὡς δὲ εἴσω τῆς θύρας ἐγενόμην, στιβάδα εἶδον ἀπὸ χόρτου συγκειμένην καὶ ἕτερόν τινα φορυτὸν ἐπὶ τῶν λίθων κατε στρωμένον ὡς μηδεμίαν ἐκεῖθεν οἱ ἐπ' ἐκείνων καθήμενοι ἀποφέροιντο βλάβην. Ὡς δὲ πολλοὺς περὶ φιλοσοφίας ἐκινήσαμεν λόγους-ἐγὼ μὲν γὰρ ἐπυνθανόμην, αὐτὸς δὲ ἡμῖν ἀνέπτυσσε τὰ ζητούμενα-καὶ ἔδει λοιπὸν ἐπανιέναι οἴκαδε, ἱκέτευον αὐτὸν δοῦναι τὰ τῆς εὐλογίας ἐφόδια. Ὁ δὲ ἀντέτεινεν ἡμᾶς πληροῦν τὴν εὐχὴν ἔννομον εἶναι λέγων, καὶ ἑαυτὸν μὲν ἰδιώτην καλῶν, στρατιώτας δὲ ἡμᾶς ὀνομάζων· καὶ γὰρ ἐτύγχανον τηνικάδε τὰς ἱερὰς βίβλους τῷ θείῳ ὑπαναγινώσκων λαῷ. Ἡμῶν δὲ τὴν νεότητα προβαλλομένων καὶ τῆς ἡλικίας τὸ ἄωρον-ἄρτι γὰρ ἰούλου βραχεῖάν τινα προβολὴν ἐδεδέγμεθα-καὶ διομνυμένων ὡς