1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

76

πλοῦτος καὶ τἄλλα πάντα ὅσα περὶ τῆς ἱερᾶς ἐκείνης διεξήλθομεν κεφαλῆς. Φασὶ δὲ αὐτόν, ἡνίκα τοῖς τὴν κώμην οἰκοῦσιν ἀδελφοῖς συγκατείλεκτο, τὸν ἀσκητικὸν καὶ κόσμιον ἀσπάσασθαι βίον καὶ μηδεμίαν ἐκ τῆς τῶν πολλῶν ἐπιμιξίας λώβην ἑλκῦσαι. Ἐν ἑκατέρῳ τοίνυν διαπρέψας βίῳ, τῷ τε πολιτικῷ καὶ ἀναχωρητικῷ, διπλῶν εἰκότως καὶ τῶν στεφάνων ἀξιωθήσεται. 25.2 Πολλοὶ δὲ καὶ ἄλλοι τὴν τούτου ἐζήλωσαν ἀρετήν, καὶ πλήρης οὐχ ἡ ἡμετέρα μόνη, ἀλλὰ καὶ αἱ γειτονεύουσαι πόλεις καὶ κῶμαι τῆς τοιᾶσδε φιλοσοφίας. Εἷς δὲ τούτων ἐστὶ καὶ ὁ θειότατος Ἰάκωβος ἐν οἰκίσκῳ τινὶ καθειργμένος παρὰ κώμῃ Νιμουζᾶν καλουμένῃ, ὃς καὶ παρ' αὐτὸ ὢν τοῦ βίου τὸ τέρμα- ἐτῶν γάρ ἐστι πλειόνων ἢ ἐνενήκοντα-, μόνος καθεῖρκται, διά τινος βραχέος ὀρύγματος ἑλικοειδῶς ὀρωρυγμένου τὰς ἀποκρίσεις ποιούμενος μέν, οὐχ ὁρώμενος δὲ καὶ οὔτε πυρὶ χρώμενος οὔτε λυχνιαίου φωτὸς ἀπολαύων. Ἐμὲ δὲ δὶς τὴν θύραν διορύξας εἴσω γενέσθαι προσέταξε, ταύτῃ με τιμήσας καὶ ἣν ἔχει περὶ ἐμὲ στοργὴν ἐπιδείξας. Οἱ μὲν οὖν ἔτι περιόντες τῶν παρ' ἐμοῦ λόγων οὐ δέονται· δύνανται γάρ, ἢν ἐθελήσωσιν, αὐτόπται τῆς τούτων γενέσθαι φιλοσοφίας· τοῖς δ' ἐσομένοις καὶ τῆς τούτων οὐ μεταλαγχάνουσι θέας ἀρκεῖ καὶ ταῦτα εἰς ὠφέλειαν τῆς τούτων φιλοσοφίας τὸν χαρακτῆρα δεικνύντα. Ἐνταῦθα τοίνυν καὶ τὸν περὶ τούτων συμπεράνας λόγον καὶ τῆς εὐλογίας τὴν ἀντίδοσιν ἐπαγγείλας ἐφ' ἕτερον διήγημα μεταβήσομαι. 26.t ΣΥΜΕΩΝΗΣ 26.1 Συμεώνην τὸν πάνυ, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, ἴσασι μὲν ἅπαντες οἱ τῆς Ῥωμαίων ἡγεμονίας ὑπήκοοι, ἔγνωσαν δὲ καὶ Πέρσαι καὶ Μῆδοι καὶ Αἰθίοπες, καὶ πρὸς Σκύθας δὲ τοὺς νομάδας ἡ φήμη δραμοῦσα τὴν τοῦδε φιλοπονίαν καὶ φιλοσοφίαν ἐδίδαξεν. Ἐγὼ δὲ καὶ πάντας, ὡς ἔπος εἰπεῖν, ἀνθρώπους μάρτυρας ἔχων τῶν ὑπὲρ λόγον ἀγώνων δέδοικα τὸ διήγημα μὴ τοῖς ἐσομένοις μῦθος εἶναι δόξῃ πάμπαν τῆς ἀληθείας γεγυμνωμένος. Ὑψηλότερα γὰρ τῆς ἀνθρωπείας φύσεως τὰ γιγνόμενα· φιλοῦσι δὲ οἱ ἄνθρωποι τῇ φύσει μετρεῖν τὰ λεγόμενα. Εἰ δέ τι τῶν ταύτης ὅρων ἐπέκεινα λέγοιτο, ψευδὴς τοῖς τῶν θείων ἀμυήτοις ὁ λόγος νομίζεται. Ἐπειδὴ δὲ τῶν εὐσεβούντων γῆ καὶ θάλαττα πλήρης, οἵ τε τὰ θεῖα πεπαιδευμένοι καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν δεδιδαγμένοι τοῖς λεχθησομένοις οὐκ ἀπιστήσουσιν, ἀλλὰ καὶ μάλα πιστεύ σουσι, προθύμως καὶ θαρσαλέως ποιήσομαι τὴν διήγησιν. Ἄρξομαι δὲ ἐκεῖθεν, ὅθεν καὶ τῆς ἄνωθεν κλήσεως ἠξιώθη. 26.2 Κώμη τίς ἐστιν ἐν μεθορίῳ τῆς ἡμετέρας καὶ τῆς Κιλίκων χώρας διακειμένη· Σισὰν δὲ αὐτὴν ὀνομάζουσιν. Ἐκ ταύτης ὁρμώμενος ποιμαίνειν τὸ πρῶτον ὑπὸ τῶν γεγεννηκότων ἐδιδάσκετο θρέμματα ἵνα καὶ κατὰ τοῦτο τοῖς μεγάλοις ἀνδράσι συμφέρηται, Ἰακὼβ τῷ πατριάρχῃ καὶ Ἰωσὴφ τῷ σώφρονι καὶ Μωϋσῇ τῷ νομοθέτῃ καὶ ∆αβὶδ τῷ βασιλεῖ καὶ προφήτῃ καὶ Μιχαίᾳ τῷ προφήτῃ καὶ τοῖς κατ' ἐκείνους θεσπεσίοις ἀνδράσι. Νιφετοῦ δέ ποτε πολλοῦ γενομένου καὶ τῶν προβάτων ἔνδον μένειν ἠναγκασμένων, ἀνακωχῆς ἀπολαύσας εἰς τὸν θεῖον νεὼν μετὰ τῶν φυσάντων ἀφίκετο. Ταῦτα δὲ τῆς ἱερᾶς αὐτοῦ διηγουμένης ἀκήκοα γλώττης. Ἔφη τοίνυν τῆς εὐαγγελικῆς ἀκηκοέναι φωνῆς μακαριζούσης μὲν τοὺς κλαίοντας καὶ πενθοῦντας, ἀθλίους δὲ τοὺς γελῶντας ἀποκαλούσης καὶ ζηλωτοὺς ὀνομαζούσης τοὺς τὴν ψυχὴν καθαρὰν κεκτημένους καὶ τὰ ἄλλα ὅσα τούτοις συνέζευκται· εἶτα ἐρέσθαι τινὰ τῶν παρόντων τί ἄν τις ποιήσας τούτων ἕκαστον κτήσαιτο· τὸν δὲ τὸν μοναδικὸν αὐτῷ βίον ὑπαγορεῦσαι καὶ τὴν ἄκραν ἐκείνην ὑποδεῖξαι φιλοσοφίαν. 26.3 ∆εξάμενος τοίνυν τοῦ θείου λόγου τὰ σπέρματα καὶ ταῖς βαθείαις τῆς