1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

63

ψυχὴν ἐλευθερώσας καὶ τῇ τοῦ θεοῦ μνήμῃ προσηλώσας τὸν νοῦν, οὕτω τὴν τῆς ἐντελοῦς ἀρετῆς ἐποιεῖτο μελέτην. Γυμνασάμενος δὲ ἄριστα καὶ τῶν ἀγαθῶν πόνων ἐθάδα τὴν ψυχὴν ἀποφήνας τῶν μειζόνων κατετόλμησεν ἄθλων· καὶ τοῦτο τὸ ὄρος καταλαβὼν ὃ τοῦδε τοῦ ἄστεως τριάκοντα σταδίους ἀφέστηκεν, ἐπίσημον ἀπέφηνε καὶ σεβάσμιον, ἄσημον ὂν πάλαι καὶ ἄκαρπον παντελῶς. Τοσαύτην δὲ νῦν εὐλογίαν δεδέχθαι πεπίστευται ὡς τὴν ἐπικειμένην δαπανᾶσθαι γῆν, τῶν πάντοθεν ἀφικνουμένων εἰς ὠφέλειαν ταύτην κομιζομένων. 21.5 Ἐν τούτῳ διαιτώμενος ὑπὸ τῶν παραγινομένων ἁπάντων θεωρεῖται, οὐκ ἄντρον ἔχων, ὡς ἔφην, οὐ σκηνήν, οὐ καλύβην, οὐ θριγκίον, οὐχ αἱμασιὰν περιφράττουσαν, ἀλλὰ καὶ προσευχόμενος ὁρᾶται καὶ διαναπαυόμενος καὶ ἑστὼς καὶ καθήμενος καὶ ὑγιαίνων καὶ ἀρρωστίᾳ τινὶ κατεχόμενος ὡς διηνεκῶς ὑπὸ θεαταῖς ἀγωνίζεσθαι καὶ τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούεσθαι. Οὐδὲ γὰρ τοῖς ἄλλοις ἀνθρώποις ἐν ἐλευθερίᾳ βραχείᾳ τεθραμμένοις, ξένων παρόντων, εὐπετὲς τὰς τῶν περιττωμάτων ἐκκρίσεις ποιεῖ σθαι μή τί γε ἀνδρὶ τὴν ἄκραν φιλοσοφίαν ἐξησκημένῳ. Καὶ ταῦτα λέγω, οὐ παρ' ἄλλου τοῦτο μαθών, ἀλλ' αὐτὸς αὐτόπτης γεγενημένος. Πρὸ τεττάρων γὰρ καὶ δέκα ἐνιαυτῶν νόσος αὐτῷ χαλεπὴ προσπεσοῦσα διέθηκεν ὡς ἦν εἰκὸς τὸν θνητὸν ἔχοντα σῶμα. Θέρος γὰρ ἦν ἀκμάζον καὶ σφοδρό τερον ἐξήπτετο τῆς ἀκτῖνος ἡ φλὸξ τῶν μὲν ἀνέμων κεκοιμισμένων, ἀκινήτου δὲ μένοντος τοῦ ἀέρος. Τὸ δὲ πάθος ἦν πλημμύρα χολῆς φερομένης ἐπὶ τὰ κάτω καὶ δακνούσης τὸ ἔντερον καὶ συνωθούσης καὶ τρέχειν ἐπὶ τὰ ἔξω βιαζομένης. Τότε τὴν πολλὴν τοῦ ἀνδρὸς καρτερίαν ἐθεασάμην. Παμπόλλων γὰρ χωρίτων συναθροισθέντων ὡς ἁρπασομένων τὸ σῶμα τὸ νικηφόρον, καθῆστο διχόθεν βαλλόμενος· ἡ μὲν γὰρ φύσις ἰέναι ἐπὶ τὴν ἔκκρισιν κατηνάγκαζεν, ἡ δὲ τῆς παρεστηκυίας πληθύος αἰδὼς μένειν ἐπὶ σχήματος ἐβιάζετο. Ἐγὼ δὲ τοῦτο γινώσκων πολλὰς μὲν τοῖς συνελθοῦσι παραινέσεις προσήνεγκα, πολλὰς δὲ καὶ ἀπειλάς, ἀπιέναι κελεύων· ὕστερον δὲ καὶ τὰ τῆς ἱερωσύνης αὐτοῖς δεσμὰ περιτέθηκα καὶ σὺν πόνῳ πολλῷ, δείλης ὀψίας, ἀπεπεμψάμην. Ὁ δὲ θεῖος ἀνήρ, οὐδὲ τούτων ἀπελθόντων, ἡττήθη τῆς φύσεως, ἀλλ' ἔμεινε καρτερῶν ἕως νὺξ ἐπιγενομένη βαθεῖα πάντας ἀπελθεῖν οἴκαδε κατηνάγκασεν. 21.6 Πάλιν δὲ τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ἀφικόμενος, ὡς εἶδον τὸν φλογμὸν σφοδρότερον γεγενημένον καὶ τὸν ἐπικείμενον αὐτῷ πυρετὸν τῷ ἔξωθεν πυρὶ τρεφόμενόν τε καὶ αὐξανόμενον, κεφαλαλγίαν σκηψάμενος δυσχεραίνειν ἔλεγον τῆς ἀκτῖνος τὴν προσβολὴν καὶ παρεκάλουν βραχεῖάν μοί τινα παρ' αὐτῷ σχεδιάσαι σκιάν· καὶ ἐπειδὴ προσέταξε, καλάμους τρεῖς προσπήξαντες καὶ δύο τούτοις περιθέντες σισύρας ἐσοφισάμεθα τὴν σκιάν. Κελεύοντος δέ μοι εἴσω ἰέναι· "Αἰσχρόν, ἔφην, ὦ πάτερ, ἐμὲ μὲν καὶ νέον ὄντα καὶ ἐρρωμένον τῆσδε τῆς ψυχαγωγίας τυχεῖν, σὲ δὲ πυρετῷ κατεχόμενον λάβρῳ καὶ τῆς τοιαύτης παραψυχῆς δεόμενον, ἔξω καθῆσθαι δεχόμενον τῆς ἡλιακῆς ἀκτῖνος τὴν προσβολήν. Εἰ τοίνυν, ἔφην, ἐθέλεις με τῆς σκιᾶς ἀπολαῦσαι, γενοῦ μοι κοινωνὸς τῆς βραχείας ταύτης σκηνῆς· προσμεῖναι γάρ σοι βούλομαι μέν, ὑπὸ δὲ τῆς ἀκτῖνος κωλύομαι". Εἶξε τοίνυν τούτων ἀκούσας τῶν λόγων καὶ τὴν ἐμὴν θεραπείαν προείλετο. 21.7 Ἐπειδὴ δὲ κοινῇ τῆς σκιᾶς ἀπελαύομεν, ἠρξάμην πάλιν ἑτέρου λόγου καὶ ἔφην ὅτι δεῖ μοι κατακλίσεως, τοῦ ἰσχίου τὴν καθέδραν ἀλύπως οὐ φέροντος. Ἀλλὰ πάλιν ἠξίου μέν με κατακλίνεσθαι, ἀντήκουε δὲ ὡς οὐ φορητὸν ἐμοὶ καθήμενον αὐτὸν ὁρῶντι προσκλίνεσθαι. "Εἰ τοίνυν, ἔφην, ἐθέλεις με καὶ ταύτης ἀπολαῦσαι τῆς ἀναπαύλης, κοινῇ προσκλιθῶμεν, ὦ πάτερ· οὐ γὰρ ἐρυθριάσω μόνος κατα κλινόμενος."