1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

43

ἀπειρόγαμος ὥραν ἔχουσα γάμου ὑπὸ τὴν τούτου δεσποτείαν τελοῦσα, τὴν μητέρα καταλιποῦσα καὶ τοὺς οἰκείους εἰς γυναικωνῖτιν κατέφυγε συμμορίαν ἔχουσαν ἀθλητῶν· ἀγωνίζονται γὰρ καὶ γυναῖκες τοῖς ἀνδράσι παραπλησίως καὶ εἰς τὸ τῆς ἀρετῆς καταβαίνουσι στάδιον. Ταύτης μαθὼν ὁ στρατηγὸς τὴν φυγὴν ἐμαστίγου τὴν μητέρα καὶ ἐκρεμάννυ· καὶ οὐ πρότερον ἀφῆκε δεσμῶν ἕως τὸ τῶν εὐσεβῶν γυναικῶν ὑπέδειξε καταγώγιον. Τῇ λύττῃ τοίνυν τῇ οἰκείᾳ χρησάμενος, ἥρπασεν ἐκεῖθεν τὴν κόρην καὶ εἰς τὴν οἰκίαν ἐπανήγαγε· καὶ ἤλπισεν ὁ δείλαιος τὴν οἰκείαν κορέσειν ἀκολασίαν. Ἀλλ' ὁ τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς ἐτάσας περὶ Σάρρας τῆς γυναικὸς Ἀβραὰμ καὶ ἀνέπαφον φυλάξας τὴν σώφρονα καὶ τοὺς Σοδομίτας πατάξας ἀορασίᾳ ἐμπαροινεῖν ὡς ξένοις τοῖς ἀσωμάτοις ἐπιχειρήσαντας, οὗτος καὶ τούτου τὸ ὀπτικὸν ἀορασίᾳ βαλὼν ἐκ μέσου τῶν δικτύων τὸ θήραμα διαφυγεῖν παρεσκεύασε· καὶ εἰς τὸν θάλαμον αὐτὸς μὲν εἰσῄει, ἐκείνη δὲ ἔνδον φυλαττομένη παραυτίκα ἐξῄει καὶ φροῦδος ἦν καὶ τὸ τριπόθητον αὐτῇ κατελάμβανε καταγώγιον. Οὕτω μαθὼν ὁ ἀνόητος ὡς τῆς τὸν θεῖον μνηστῆρα προελομένης οὐ περιέσται, ἡσυχίαν ἄγειν ἠναγκάζετο οὐκέτι τὴν ἁλοῦσαν καὶ θείᾳ δυνάμει διαφυγοῦσαν ἐπιζητῶν. 9.13 Αὕτη χρόνου διελθόντος παθήματι περιέπεσε χαλεπῷ -καρκίνος δὲ τὸ πάθος ἦν-· τῷ δὲ μαστῷ ἐξογκουμένῳ καὶ ἡ ὀδύνη συνηύξετο. Ἀλλὰ τὸν μέγαν ἐκάλει Πέτρον ἐν τῇ τῆς ὀδύνης ἀκμῇ καὶ ἔφασκεν εὐθὺς τῆς ἱερᾶς ἐκείνης φωνῆς εἰς τὰ ὦτα βαλλομένης, πᾶσαν ἐκείνην τὴν ὀδύνην κοιμίζεσθαι καὶ μηδὲ βραχεῖαν ἐκεῖθεν αἴσθησιν ἀνιαρὰν ὑποδέχεσθαι. Τούτου χάριν αὐτὸν καὶ συχνότερον μετα πεμπομένη ψυχαγωγίας ἀπέλαυεν· ἅπαντα γὰρ ἔλεγε τὸν τῆς ἐκείνου παρουσίας καιρὸν παντελῶς τὰς ἀλγηδόνας ἀφίστασθαι. Ἀλλ' ἐκείνην μὲν οὕτως ἀγωνισαμένην μετὰ τῶν ἐπινικίων ἐπαίνων ἐκ τοῦδε τοῦ βίου προέπεμψεν. 9.14 Πάλιν δὲ τὴν μητέρα τὴν ἐμὴν μετὰ τὰς ἐμὰς ὠδῖνας παρ' αὐτὰς γενομένην τοῦ θανάτου τὰς πύλας, ὑπὸ τῆς τιτθῆς λιπαρηθεὶς ἀφικόμενος ἐξήρπασε τῶν τοῦ θανάτου χειρῶν. Ἔκειτο γάρ, ὥς φασιν, ἀπειρηκότων μὲν τῶν ἰατρῶν, τῶν δὲ οἰκείων ὀλοφυρομένων καὶ προσδεχομένων τὸ τέλος, μεμυκότας ἔχουσα τοὺς ὀφθαλμούς, λάβρῳ πυρετῷ κατε χομένη, οὐδένα τῶν συνήθων ἐπιγινώσκουσα. Ὡς δὲ ἧκεν ὁ τῆς ἀποστολικῆς καὶ προσηγορίας ἠξιωμένος καὶ χάριτος καὶ "Εἰρήνη σοι, τεκνίον" ἐφθέγξατο-τοῦτο γὰρ ἦν αὐτῷ πρόσρημα-, παραυτίκα λέγεται καὶ τὰ βλέφαρα ἀναπτύξαι καὶ ἀτενὲς εἰς αὐτὸν ἰδεῖν καὶ τῆς εὐλογίας τὸν καρπὸν ἐπαγγεῖλαι. Ὡς δὲ ἀνωλόλυξε τῶν γυναικῶν ὁ χορός-ἀθυμία γὰρ καὶ εὐθυμία κατὰ ταὐτὸν ἐκεράσθησαν - καὶ τὴν βοὴν ἐκείνην εἰργάσαντο, παρεγγυᾷ ὁ θεῖος ἄνθρωπος κοινωνῆσαι αὐτῷ τῆς προσευχῆς ἁπάσας· οὕτω γὰρ ἔλεγε καὶ τὴν Ταβίθαν τῆς σωτηρίας τετυχηκέναι, τῶν μὲν χηρῶν ὀδυρομένων, τοῦ δὲ μεγάλου Πέτρου τὰ ἐκείνων δάκρυα προσφέροντος τῷ θεῷ. Ἱκέτευον ὡς ἐκέλευσε καὶ ἐλάμβανον ὡς προείρηκε· τέλος γὰρ τῆς εὐχῆς δεξαμένης, τέλος καὶ ἡ νόσος ἐδέχετο καὶ ἱδρὼς ἐξαίφνης πάντοθεν ἔρρει καὶ τὸ πῦρ ἐκεῖνο ἐσβέννυτο καὶ τὰ τῆς ὑγιείας ἀνεφαίνετο σημεῖα. 9.15 Τοιαῦτα καὶ ἐν τοῖς ἡμετέροις χρόνοις διὰ τῶν εὐχῶν τῶν θεραπόντων αὐτοῦ ὁ δεσπότης θαυματουργεῖ. Τούτου καὶ ὁ χρὼς <διὰ> τῶν ἱματίων τῷ θειοτάτῳ Παύλῳ παραπλησίως ἐνήργει. Καὶ τοῦτο οὐχ ὑπερβολῇ τινι χρώμενος τέθηκα ἀλλὰ τὴν ἀλήθειαν συνομολογοῦσαν ἔχων. Τὴν γὰρ οἰκείαν ζώνην διχῇ τεμών-πλατεῖα δὲ ἦν καὶ μακρὰ ἀπὸ λίνου παχέος πεπλεγμένη-, τῷ μὲν ἡμίσει ταύτης τὴν οἰκείαν ὀσφῦν, τῷ ἑτέρῳ δὲ διέζωσε τὴν ἐμήν. Ταύτην πολλάκις μὲν ἐμοὶ νοσοῦντι ἐπιθεῖσα ἡ μήτηρ, πολλάκις δὲ τῷ πατρὶ τὴν νόσον ἀπήλασε· καὶ αὐτὴ δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς ὑγίειαν