1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

33

τούτων παρουσίαν καὶ ὁμιλίαν δεξάμενοι." 6.9 Ταῦτα καὶ τὰ τοιαῦτα λέγοντος τοῦ πρεσβύτου, ἀναδείκνυσιν ἑαυτὸν ἐκ τῆς καταδύσεως ὁ κεκρυμμένος ἄνθρωπος· καὶ ἦν ἄγριος μὲν ἰδεῖν, αὐχμηρὰν δὲ ἔχων τὴν κόμην, τὸ δὲ πρόσωπον ἐρρικνωμένον, κατεσκελετευμένα δὲ πάντα τὰ μέλη τοῦ σώματος, ῥάκιά τινα πιναρὰ περιβεβλη μένος φοινικίνοις βλαστοῖς συνερραμμένα. Ἀσπασάμενος δὲ καὶ τῆς εἰρήνης τὸ πρόσρημα δεδωκὼς ἐπυνθάνετο τίνες τε εἶεν καὶ πόθεν ἥκοιεν καὶ ὅποι ἀπίοιεν. Ὁ δὲ καὶ πρὸς τὴν ἐρώτησιν ἀπεκρίνατο καὶ ἀντεπύθετο πόθεν τε ἐληλυθὼς εἴη καὶ τί δήποτε ταύτην ἕλοιτο τὴν ζωήν. Ὁ δὲ· "Ταυτὴν ἔσχον κἀγὼ τὴν προθυμίαν, ἔφη, ἣν καὶ ὑμεῖς ἔχοντες ἄπιτε· κοινωνὸν δὲ τῆς ὁδοῦ ταύτης ἐπεποιήμην συνήθη τινὰ καὶ ὁμογνώμονα καὶ τὸν αὐτόν μοι κεκτημένον σκοπόν· ὅρκῳ δὲ ἀλλήλους ἐπεπείκειμεν μηδὲ τῷ θανάτῳ χωρίσαι τὴν συνουσίαν. Τοιγάρτοι κατὰ τὴν ἀποδημίαν ἐκεῖνον μὲν τῇδε συνέβη δέξασθαι τοῦ βίου τὸ τέλος. Ἐγὼ δὲ τῷ ὅρκῳ πεπεδημένος ὤρυξά τε ὡς ἐδυνάμην καὶ ταφῇ τὸ σῶμα παρέδωκα· παρὰ τοῦτο δὲ τὸ σῆμα τάφον ἕτερον ἐμαυτῷ κατορύξας, τῇδε περιμένω τοῦ βίου τὸ τέλος καὶ τῷ δεσπότῃ τὴν συνήθη λειτουργίαν προσφέρω. Τροφὴν δὲ ἔχω τοὺς φοίνικας οὓς ἀδελφός τίς μοι κομίζειν ὑπὸ τοῦ κηδεμόνος ἐτάχθη." 6.10 Τούτων οὕτω λεγομένων, λέων πόρρωθεν ἀνεφάνη· ἀγωνίᾳ δὲ τῶν σὺν τῷ πρεσβύτῃ περιπεσόντων, αἰσθόμενος ὁ ἐπὶ τῆς καταδύσεως καθήμενος, ἀναστὰς τῷ λέοντι διένευσεν εἰς τὸ ἕτερον μεταβῆναι μέρος. Ὁ δὲ παραυτίκα ἐπείσθη τε καὶ ἧκε, φέρων τῶν φοινίκων τὸν βότρυν· εἶτα πάλιν ἀπῆλθεν ἐπιτραπεὶς καὶ πόρρωθεν τῶν ἀνδρῶν κατα κλιθεὶς ἐκαθεύδησε. ∆ιανείμας τοίνυν τοὺς φοίνικας ἅπασι, προσευχῆς τε αὐτοῖς καὶ ψαλμῳδίας κοινωνήσας καὶ μετὰ τὸ τέλος τῆς λειτουργίας ἕωθεν ἀσπασάμενος ἀπέπεμψε τὸ καινὸν θέαμα τεθηπότας. 6.11 Εἰ δέ τις ἀπιστεῖ τοῖς εἰρημένοις, τῆς Ἠλιοῦ τοῦ πάνυ πολιτείας καὶ τῆς τῶν κοράκων διακονίας ἀναμνη σθήτω οἳ πρωῒ μὲν ἄρτον, δείλης δὲ κρέας αὐτῷ κομίζοντες διετέλεσαν. Ῥᾴδιον δὲ τῷ ποιητῇ τῶν ὅλων παντοδαποὺς πόρους εἰς τὴν τῶν οἰκείων θεραπείαν εὑρίσκειν· οὕτω τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρία νυχθήμερα διεφύλαξε καὶ τοὺς λέοντας ἐν τῷ λάκκῳ τεθηπέναι τὸν ∆ανιὴλ παρεσκεύασε καὶ τὸ ἄψυχον πῦρ λογικῶς ἐνεργεῖν καὶ τοὺς μὲν ἔνδον φωτίζειν, τοὺς δὲ ἔξω κατακαίειν πεποίηκεν. Ἀλλὰ γὰρ περιττὸν ποιῶ περὶ τῆς θείας δυνάμεως ἀποδείξεις προσφέρων. 6.12 Ἐπειδὴ τοίνυν τὸ ποθούμενον κατέλαβον ὄρος, φασὶν ἐκεῖνον τὸν θαυμάσιον γέροντα ἐν ἐκείνῳ τῷ χωρίῳ ἐν ᾧ τὸν θεὸν Μωϋσῆς ἰδεῖν ἠξιώθη, εἶδε δὲ ὡς δυνατὸν ἦν φύσει θνητῇ, κλῖναι τὰ γόνατα καὶ μὴ πρότερον ἀναστῆναι ἕως θείας ἐπήκουσε φωνῆς, τὴν δεσποτικὴν αὐτῷ μηνυούσης εὐμένειαν. Ἐπειδὴ δὲ καὶ ἅπαντα τῆς ἑβδομάδος τὸν κύκλον οὕτω συγκεκυφὼς διετέλεσε, τροφῆς οὐδὲ βραχείας μετα λαχών, ἐκέλευσεν ἡ γενομένη φωνὴ καὶ τὰ προτεθέντα αὐτῷ λαβεῖν καὶ προθύμως καταφαγεῖν· ἐκτείνας δὲ τὴν χεῖρα καὶ τρία μῆλα εὑρὼν καὶ τούτων ἐμφορηθεὶς ὡς ὁ δεδωκὼς παρηγγύησεν, ἰσχύος τε γέγονεν ἁπάσης ἀνάπλεως καὶ μετὰ θυμηδίας τοὺς συνόντας, ὡς εἰκὸς ἦν, ἠσπάσατο. Γεγηθὼς τοίνυν καὶ γαννύμενος ἐπανῄει ἅτε δὴ καὶ θείας ἐπακούσας φωνῆς καὶ θεοσδότου πάλιν ἀπολαύσας τροφῆς. 6.13 Ἐπανελθὼν δὲ δύο φιλοσοφίας ᾠκοδόμησε φροντισ τήρια, ἓν μὲν εἰς τὴν ῥαχίαν τοῦ ὄρους περὶ οὗ προειρήκαμεν, θάτερον δὲ κάτω παρ' αὐτὰ τῆς ὑπωρείας τὰ κράσπεδα. Ἐν ἑκατέρῳ δὲ ἀθλητὰς ἀρετῆς συναθροίσας καὶ τούτων κἀκείνων γυμναστὴς καὶ παιδοτρίβης ἐγένετο, καὶ τοῦ ἀντιπάλου καὶ πολεμίου διδάσκων τὰς προσβολὰς καὶ τοῦ ἀγωνοθέτου τὴν εὔνοιαν ὑπισχνούμενος καὶ θαρρεῖν παρα καλῶν