1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

49

13.t ΜΑΚΕ∆ΟΝΙΟΣ 13.1 Μακεδόνιον δὲ τὸν ἐπίκλην Κριθοφάγον-ἡ γὰρ τοιάδε τροφὴ ταύτην αὐτῷ τὴν ἐπωνυμίαν ἐπέθηκεν- ἴσασι μὲν ἅπαντες, Φοίνικές τε καὶ Σύροι καὶ Κίλικες· ἴσασι δὲ καὶ οἱ τούτων ὅμοροί τε καὶ γείτονες, οἱ μὲν αὐτόπται τῶν τοῦ ἀνδρὸς θαυμάτων γενομένοι, οἱ δὲ τῆς φήμης ᾀδούσης ταῦτα καὶ θρυλούσης ἀκούσαντες· οὐ μὴν ἅπαντες ἴσασιν ἅπαντα, ἀλλ' οἱ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο μεμαθηκότες, ὃ γινώσκουσιν εἰκότως μόνον θαυμάζουσιν. Ἐγὼ δὲ τὰ κατὰ τὴν θείαν ἐμοὶ κεφαλὴν τῶν ἄλλων ἀκριβεστέρον ἐπιστάμενος-πολλὰ γάρ με παρ' αὐτὸν ἰέναι καὶ θαμίζειν προέτρεπε-, διηγήσομαι ὡς ἂν ἕκαστα δύνωμαι. Ταύτην δὲ αὐτῷ τὴν τάξιν τετήρηκα καὶ μετὰ πολλοὺς αὐτοῦ τὸ διήγημα τέθηκα οὐκ ἐπειδὴ δεύτερος τῶν ἄλλων τὴν ἀρετήν-τοῖς γὰρ ἄκροις καὶ πρώτοις ἐφάμιλλος ἦν-, ἀλλ' ὅτι χρόνον βεβιωκὼς ὅτι μάλιστα πλεῖστον, μετ' ἐκείνους ὧν ἐμνήσθην τοῦ βίου τὸ πέρας ἐδέξατο. 13.2 Οὗτος τοίνυν παλαίστραν ἔσχε καὶ στάδιον τὰς τῶν ὀρῶν κορυφὰς οὐκ ἐφ' ἑνὸς ἱδρυμένος χωρίου, ἀλλὰ νῦν μὲν τούτῳ ἐνδιαιτώμενος, νῦν δὲ εἰς ἐκεῖνο μεταβαίνων. Ἐποίει δὲ τοῦτο οὐ τὰ χωρία δυσχεραίνων, ἀλλὰ τῶν ὡς αὐτὸν συνιόντων καὶ πάντοθεν συνθεόντων ἀποδιδράσκων τὰ πλήθη. Πέντε δὲ καὶ τετταράκοντα ἔτη τοῦτον διάγων διετέλεσε τὸν τρόπον, οὐ σκηνῇ χρώμενος, οὐ καλύβῃ, ἀλλ' ἐν ὀρύγματι βαθεῖ τὴν στάσιν ποιούμενος, ὅθεν καὶ Γουββᾶν αὐτόν τινες ἐπωνόμαζον-ἀπὸ δὲ τῆς σύρας εἰς τὴν ἑλλάδα φωνὴν τοῦτο μεταφερόμενον λάκκον σημαίνει τὸ ὄνομα. Μετὰ δὲ τοῦτον τὸν χρόνον πρεσβύτης γενόμενος, εἶξε τοῖς ἱκετεύουσι καὶ καλύβην ἐπήξατο. Ὕστερον δὲ τῶν γνωρίμων ἀντιβολούντων καὶ οἰκιδίοις οὐκ οἰκείοις ἀλλ' ἀλλοτρίοις ἐχρήσατο. Πέντε δὲ καὶ εἴκοσι διατετέλεκεν ἔτη τῇ καλύβῃ καὶ τοῖς οἰκιδίοις ἐνδιαιτώμενος ὡς συνά γεσθαι λοιπὸν ἑβδομήκοντα ἔτη τῶν ἀγώνων τὸν χρόνον. 13.3 Τροφῇ δὲ ἐκέχρητο οὐκ ἄρτῳ οὐδ' ὀσπρίοις, ἀλλὰ κριθαῖς πτισσομέναις καὶ μόνῳ ὕδατι δευομέναις· καὶ ταύτην αὐτῷ τὴν τροφὴν ἡ μήτηρ ἡ ἐμὴ γενομένη συνήθης ἐπὶ πλεῖστον ἐχορήγησε χρόνον. Καί ποτε πρὸς αὐτὴν ἀρρωστοῦσαν ἀφικόμενος καὶ μαθὼν ὡς οὐ πείθεται τροφῆς καταλλήλου τῇ νόσῳ μεταλαβεῖν-τὸν ἀσκητικὸν γὰρ λοιπὸν καὶ αὐτὴ ἠσπάζετο βίον-, εἶξαι παρῄνει τοῖς ἰατροῖς καὶ φάρμακον νομίσαι τὴν τοιαύτην τροφήν· οὐδὲ γὰρ τρυφῆς χάριν, ἀλλὰ χρείας προσφέρεται. "Καὶ γὰρ ἐγώ, ἔφη, τετταράκοντα ἔτη ταῖς κριθαῖς, ὡς οἶσθα, μόναις χρησάμενος, ἀσθενείας μοι τῇ προτεραίᾳ προσγενομένης τινός, τὸν σύνοικον ἐκέλευσα ἄρτον βραχὺν αἰτῆσαί τέ μοι καὶ κομίσαι. Ἔννοια γάρ τίς μοι γέγονεν ὡς εἰ τεθναίην εὐθύνας ὑφέξω τοῦ θανάτου παρὰ τῷ δικαίῳ κριτῇ ὡς τοὺς ἀγῶνας φυγὼν καὶ τῆς δουλείας δραπετεύσας τοὺς πόνους· δυνατοῦ γὰρ ὄντος τροφῇ βραχείᾳ κωλυθῆναι τὸν θάνατον καὶ τῷδε τῷ βίῳ προσμεῖναι πονοῦντα καὶ ταλαιπωρούμενον καὶ τὸν ἐντεῦθεν συναγείροντα πλοῦτον τὴν ἐκ λιμοῦ τελευτὴν τῆς ἐν φιλοσοφίᾳ ζωῆς αἱρετωτέραν ὑπέλαβον. ∆είματος τοίνυν ἐντεῦθεν ἐμφορηθεὶς καὶ τοῦ λογισμοῦ τὰς ἀκίδας ἀμβλῦναι θελήσας αἰτῆσαί τε τὸν ἄρτον ἐκέλευσα καὶ κομισθέντος μετέλαβον· καί σοι παρεγγυῶ μηκέτι μοι τὰς κριθὰς ἀλλὰ τὸν ἄρτον παρέχειν." Ἐκ τῆς ἀψευδοῦς τοίνυν ἐκείνης ἀκηκόαμεν γλώττης ὡς τεσσαράκοντα ἔτη τροφὴν τὰς κριθὰς ἐποιήσατο. Τὸ μὲν οὖν ἀσκητικὸν τοῦ ἀνδρὸς καὶ φιλόπονον ἱκανὰ καὶ ταῦτα τεκμηριῶσαι. 13.4 Τὴν δὲ ἀκεραιότητα καὶ ἁπλότητα τῶν ἠθῶν δι' ἄλλων δηλώσομεν. Ἐπειδὴ γὰρ ὁ μέγας Φλαβιανὸς τὴν μεγάλην τοῦ θεοῦ ποίμνην ποιμαίνειν ἐτάχθη, τὴν δὲ τοῦ ἀνδρὸς ἔμαθεν ἀρετήν-ᾔδετο γὰρ καὶ ἐν τοῖς ἁπάντων ἐφέρετο στόμασιν-, ἄγει μὲν