1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

70

συμπεράναντες τὸν ὄροφον ἐπεθήκαμεν· "Οὐκ ἀνέξομαι, ἔφη, τοῦτον Ἰακώβου καλεῖσθαι τάφον, ἀλλὰ βούλομαι τῶν καλλινίκων μαρτύρων τοῦτον γενέσθαι σηκόν, ἐμὲ δὲ οἷά τινα μέτοικον εἰς ἑτέραν κεῖσθαι θήκην, παροικεῖν αὐτοῖς ἠξιωμένον". Καὶ ταῦτα οὐ μόνον εἶπεν ἀλλὰ καὶ ἔδρασε. Καὶ πολλοὺς μὲν προφήτας, πολλοὺς δὲ ἀποστόλους, πλείστους δὲ ὅτι μάλιστα μάρτυρας πανταχόθεν συναγαγὼν ἐν μιᾷ τέθηκε λάρνακι, τῷ τῶν ἁγίων δήμῳ συνοικεῖν ἐθελήσας καὶ σὺν αὐτοῖς ἀναστῆναι καὶ τῆς θείας θεωρίας ἀξιωθῆναι ποθήσας. 21.31 Ἱκανὸν δὲ τοῦτο τεκμηριῶσαι τὴν τοῦ φρονήματος μετριότητα. Ὁ γὰρ τοσοῦτον πλοῦτον ἀρετῆς συνειλοχὼς καὶ ἐσχάτῃ πενίᾳ συζῶν τῇ τῶν εὐπόρων συμμορίᾳ παροικεῖν ἐπεθύμησεν. Ὁποῖοι μὲν οὖν τῆς σεβασμίας ἐμοὶ κεφαλῆς οἱ πόνοι καὶ οἱ ἀγῶνες ἡλίκοι καὶ ὅσης θεόθεν ἀπέλαυσε χάριτος καὶ ὅσας νίκας νενίκηκε καὶ οἵοις στεφάνοις κατα κεκόσμηται, ἀπόχρη καὶ ταῦτα διδάξαι. 21.32 Ἐπειδὴ δέ τινες δυσκολίαν ἤθους ἐπαιτιῶνται καὶ δυσχεραίνουσι τὸ φιλέρημον καὶ ἡσύχιον, ὀλίγα περὶ τούτου εἰπὼν πέρας ἐπιθήσω τῷ διηγήματι. Πρόκειται πᾶσιν, ὡς ἤδη ἔφην, εἰς θεωρίαν οὔτε θριγκίῳ πεφραγμένος οὔτε καλύβῃ τινὶ ἢ σκηνῇ καλυπτόμενος. Ἕκαστος δὲ τῶν ἀφικνουμένων, ὑπ' οὐδενὸς ἑρκίου κωλυό μενος, εὐθὺς παραγινόμενος προσδιαλέγεσθαι βούλεται. Τοῖς δὲ ἄλλοις ταυτησὶ τῆς φιλοσοφίας ἐρασταῖς καὶ θριγκία καὶ θύραι εἰσὶ καὶ ἡσυχίας ἀπόλαυσις, καὶ ἀνοίγνυσιν ἐθελήσας ὁ καθειργμένος καὶ ἀναβάλλεται ὅσον βούλεται καὶ τῆς θείας ἐμφορεῖται θεωρίας ὅσον ἐθέλει· ἐνταῦθα δὲ τούτων οὐδέν· διὸ μάλιστα δυσχεραίνει τοὺς παρ' αὐτὸν τῆς προσευχῆς τὸν καιρὸν ἐνοχλοῦντας. Εἰ μὲν κελεύσαντος εὐθὺς ἀπίοιεν, πάλιν ἔχεται τῆς εὐχῆς. Εἰ δὲ ἐπιμένοιεν ἐνοχλοῦντες καὶ ἅπαξ καὶ δὶς παρεγγυήσας μὴ πείσειε, τηνικαῦτα δυσχεράνας, ἐπιτιμῶν ἀποπέμπεται. 21.33 Ἐμοὶ δὲ καὶ περὶ τούτου πρὸς αὐτὸν γεγένηνται λόγοι καί τινας ἔφην ἀσχάλλειν ἐξελαθέντας καὶ εὐλογίας μὴ μετασχόντας, καὶ ὅτι πρέπον εἴη τοὺς τούτου χάριν ἀφικνουμένους καὶ πολλῶν ἡμερῶν ὁδὸν ἐξανύοντας μὴ ἀχθομένους ἐπανιέναι, ἀλλὰ θυμηδίας ἐμφορουμένους καὶ τοῖς τῆς σῆς φιλοσοφίας διηγήμασιν ἑστιῶντας τοὺς ἀγνο οῦντας. Ὁ δέ· "Οὐκ ἄλλου του χάριν, ἔφη, ἀλλ' ἐμαυτοῦ τὸ ὄρος κατείληφα. Καὶ πολλὰ λίαν ἁμαρτημάτων περι κείμενος ἕλκη πολλῆς δέομαι θεραπείας καὶ τούτου εἵνεκα τὸν ἡμέτερον ἱκετεύω δεσπότην ὀρέξαι μοι τὰ τῆς κακίας ἀλεξιφάρμακα. Πῶς τοίνυν οὐκ ἄτοπον καὶ λίαν ἀνόητον, διακόψαι μὲν τὸν τῆς ἱκετείας εἱρμόν, μεταξὺ δὲ διάλεξιν πρὸς ἀνθρώπους ποιήσασθαι; Εἰ γὰρ οἰκέτης ἀνθρώπου ὁμοφυοῦς ἐτύγχανον ὤν, ἐν δὲ τῷ τῆς δεσποτικῆς διακονίας καιρῷ καταλιπὼν τὸ προσενεγκεῖν εἰς καιρὸν ἢ τὰ σιτία ἢ τὰ ποτὰ πρός τινα τῶν ὁμοδούλων ἐποιησάμην διάλεξιν, πόσας οὐκ ἂν δικαίως ἐδεξάμην πληγάς; Εἰ δὲ καὶ ἄρχοντι προσελ θὼν καὶ ἣν ὑπομένω παρά τινος διηγούμενος ἀδικίαν, διέκοψα μὲν ἐν μέσῳ τὴν διάλεξιν, ἄλλους δὲ λόγους τινὰς πρός τινα τῶν παρόντων ἐποιησάμην, οὔ σοι δοκεῖ δυσχεράναι τὸν δικαστὴν καὶ τῆς μὲν ἐπικουρίας ἀποστερῆσαι, προσθεῖναι δὲ καὶ μάστιγας καὶ τῶν κιγκλίδων ἀπελάσαι; Πῶς τοίνυν ὅσιον δεσπότῃ μὲν τὸν οἰκέτην καὶ δικαστῇ τὸν ἱκέτην προσηκόντως προσφέρεσθαι, ἐμὲ δὲ τῷ θεῷ τῷ καὶ αἰωνίῳ δεσπότῃ καὶ δικαστῇ δικαιοτάτῳ καὶ βασιλεῖ τῶν ἁπάντων προσιόντα μηδὲ τούτοις παραπλησίως ποιεῖσθαι τὴν πρόσ οδον, ἀλλὰ μεταξὺ προσευχόμενον πρὸς τοὺς ὁμοδούλους τρέπεσθαι καὶ μακρὰν ποιεῖσθαι διάλεξιν;" 21.34 Ταῦτα καὶ ἤκουσα καὶ πρὸς τοὺς δυσχεράναντας διεπόρθμευσα. Καὶ εὖ μοι καὶ καλῶς εἰρηκέναι δοκεῖ. Πρὸς γὰρ αὖ τοῖς εἰρημένοις καὶ ἴδιον τῶν ἐρώντων πάντων