1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

32

τοῖς ἐχθροῖς τῇ δυνάμει τῆς χάριτος μαρτυροῦσι πιστεύουσιν; 6.4 Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεῖος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος-οἰκοῦσι δὲ τὴν ἔρημον ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον-, ἡσυχίας ἐρῶν, καταλιπεῖν ἠναγκάσθη τὸ σπήλαιον καὶ πολλὴν ἀνύσας ὁδὸν ὄρος καταλαμβάνει τὸ καλούμενον Ἀμανόν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι καὶ τὴν νῦν ἐν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν. 6.5 Ἀλλὰ πάντα μὲν διηγεῖσθαι λίαν ἐπίπονον, ἐμοὶ δὲ τυχὸν καὶ ἀδύνατον. Ἑνὸς τοίνυν μνησθεὶς καὶ οἷόν τινα χαρακτῆρα τῆς ἀποστολικῆς αὐτοῦ καὶ προφητικῆς θαυμα τουργίας προθεὶς καταλείπω τοῖς ἐντυγχάνουσιν ἐννοεῖν ἐντεῦθεν ἧς ἔλαβε χάριτος τὴν ἰσχύν. Θέρος ἦν καὶ ἀμητὸς καὶ τὰ δράγματα εἰς τὰς ἅλως μετεκομίζετο. Ἀνὴρ δέ τις τοῖς δικαίοις οὐκ ἀρκούμενος πόνοις, ἀλλὰ τῶν ἀλλοτρίων ἐφιέμενος, ὑφείλετο μὲν τῶν τοῦ πέλας δραγμάτων, αὔξειν δὲ τὸν οἰκεῖον διὰ τούτων ἐπειρᾶτο θημῶνα. Ἀλλ' εὐθὺς τὴν κατὰ τῆς κλοπῆς τὸ θεῖον ἐξεφέρετο ψῆφον καὶ πρηστὴρ ἐπεφέρετο καὶ ἡ ἅλως ἐνεπίμπρατο καὶ ὁ δείλαιος ἐκεῖνος τὸν τοῦ θεοῦ κατελάμ βανεν ἄνθρωπον οὐ πόρρω τῆς κώμης ἐσκηνωμένον καὶ τὴν μὲν συμφορὰν διηγεῖτο, κρύπτειν δὲ τὴν κλοπὴν ἐπειρᾶτο. Ὡς δὲ τἀληθῆ λέγειν κελευσθεὶς ὡμολόγησε τὴν κλοπήν -τὸ γὰρ πάθος καὶ ἑαυτοῦ κατηγορεῖν κατηνάγκασε-, προσέταξεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῇ λύσει τῆς ἀδικίας λῦσαι τὴν τιμωρίαν· "Σοῦ γάρ, ἔφη, τὰ δράγματα ἐκεῖνα ἐκτιν νύντος, τὸ θεήλατον ἐκεῖνο σβεσθήσεται πῦρ". Ἦν τοίνυν ἰδεῖν τὸν μὲν θέοντα καὶ τῷ ἀδικηθέντι τοὺς κλαπέντας ἀστάχυας προσφέροντα, τὴν δὲ πυρὰν ἄνευ ὕδατος σβεννυ μένην τῇ τοῦ θείου πρεσβύτου προσευχῇ καὶ πρεσβείᾳ. 6.6 Τοῦτο οὐ μόνον τοὺς περιοίκους ἐνέπλησε δείματος, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν-τὴν Ἀντιόχου λέγω· ὑπὸ ταύτην γὰρ τὸ χωρίον ἐτέλει-θέειν ἐκεῖ κατηνάγκασε καὶ τὸν μὲν ἐπαγγέλλειν δαιμονικῆς λύττης ἀπαλλαγήν, τὸν δὲ πυρετοῦ παῦλαν, τὸν δὲ ἄλλου τινὸς τῶν ἐνοχλούντων ἰατρείαν. Ὁ δὲ ἀφθόνως τῆς ἐνοικούσης χάριτος ἐχορήγει τὰ νάματα. 6.7 Ἀλλὰ πάλιν τῆς ἡσυχίας ἐρῶν τὸ Σίναιον ὄρος κατα λαβεῖν ἐπεθύμησεν. Μαθόντες δὲ πολλοὶ τῶν ἀρίστων καὶ τὴν αὐτὴν μετιόντες φιλοσοφίαν, συνέδραμον κοινωνῆσαι αὐτῷ τῆς ἀποδημίας ποθοῦντες. Πολλῶν τοίνυν ἡμερῶν ὁδὸν ἐξανύσαντες, ἐπειδὴ κατὰ τὴν σοδομῖτιν ἐγένοντο ἔρημον, ὁρῶσι πόρρωθεν ἀπὸ βάθους χεῖρας ἀνδρὸς εἰς ὕψος ἐκτεινομένας, καὶ τὸ μὲν πρῶτον δαίμονος ἐξαπάτην ὑπέλαβον· προσευξάμενοι δὲ σπουδαιότερον καὶ ταὐτὸ θεασάμενοι ὥρμησαν ἐπ' ἐκεῖνο τὸ χωρίον καὶ βραχὺ μὲν ὄρυγμα θεωροῦσιν ὁποῖα ποιεῖν πεφύκασιν αἱ ἀλώπεκες καταδύσεις ἑαυταῖς μηχανώμεναι· οὐδένα δὲ εἶδον ἐκεῖ προφαινόμενον· τοῦ κτύπου γὰρ τῶν ποδῶν αἰσθόμενος ὁ τὰς χεῖρας ἐκτεταμένας ἔχων, εἴσω τῆς καταδύσεως κατε κρύβη. 6.8 ∆ιακύψας δὲ ὁ πρεσβύτης ἐλιπάρει μάλα πολλὰ ὀφθῆναι αὐτὸν εἰ ἀνθρωπείαν ἔχοι τὴν φύσιν καὶ μὴ δαίμων τις ἀπατεὼν εἴη τοιαῦτα σχηματιζόμενος· "Καὶ γὰρ ἡμεῖς, ἔφη, τὸν ἀσκητικὸν μετιόντες βίον καὶ τῆς ἡσυχίας ἐρῶντες, ἀλώμεθα κατὰ τήνδε τὴν ἔρημον, ἐν τῷ Σινᾷ ὄρει τὸν τῶν ἁπάντων ἐπιθυμοῦντες προσκυνῆσαι θεὸν ἐν ᾧ Μωϋσῇ τῷ θεράποντι τὴν οἰκείαν ἐπιφάνειαν ποιησάμενος ἔδωκε τῆς νομοθεσίας τὰς πλάκας, οὐχ ὅτι τὸ θεῖον τόπῳ περιγεγράφθαι νομίζομεν-ἀκούομεν γὰρ αὐτοῦ λέγοντος ὅτι· "3τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει ὁ κύριος"3 καὶ ὅτι "3κατέχει τὸν γῦρον τῆς γῆς καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας"3-, ἀλλ' ἐπειδὴ τοῖς θερμῶς ἐρῶσιν οὐ μόνον οἱ ἐρώμενοι τριπόθητοι, ἀλλὰ καὶ οἱ τόποι ἐράσμιοι οἱ τὴν