1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

67

γυμνὰ ἡμῖν ἀπὸ τῆς ἑσπέρας ὁρμῶντες τὰ ξίφη ἐδείκνυον. Περὶ δὲ τρίτην ὥραν τῆς ἡμέρας συσπειρα θέντες τῆς οἰκείας μόνης ἐφρόντιζον φυλακῆς, καθάπερ ὁ ὄφις τῇ κέρκῳ τὴν κεφαλὴν συνεκάλυπτεν. Ὀγδόῃ δὲ ὥρᾳ σκεδασθέντες χώραν ἡμῖν ἔδοσαν τῆς εἰς τὴν κώμην εἰσόδου· καὶ παραυτίκα ηὕρομεν ὄφιν ἐξ ὕλης χαλκοῦ πεποιημένον ὑπ' ἐκείνων προσκυνούμενον. Τὸν γὰρ κατὰ τοῦ δημιουργοῦ καὶ ποιητοῦ τῶν ὅλων προφανῶς ἀναδεξάμενοι πόλεμον, τὸν ἐπάρατον ὄφιν ὡς ἐκείνου πολέμιον θεραπεύειν ἐσπού δαζον. Τοιούτων εὐεργεσιῶν παρὰ τῆς ἐμοὶ σεβασμίας κεφαλῆς ἀπωνάμην κἀγώ. 21.19 Ἐπειδὴ δὲ εἰς τὴν τῶν θείων ἀποκαλύψεων ὁ λόγος εἰσῆλθε διήγησιν, φέρε ἃ παρὰ τῆς ἀψευδοῦς ἐκείνης ἀκήκοα διηγήσομαι γλώττης. ∆ιηγήσατο δὲ οὐ φιλοτι μούμενος-πόρρω γὰρ καὶ τούτου τοῦ πάθους ἡ θεῖα ψυχή-, ἀλλά τινος χρείας βιασαμένης εἰπεῖν ἃ κρύπτειν ἐβούλετο. Ἱκέτευον αὐτὸν ἀντιβολῆσαι τὸν τῶν ὅλων θεὸν καθαρόν μοι ζιζανίων ἀποφῆναι τὸ λήϊον καὶ τῶν αἱρετικῶν σπερμάτων πάμπαν ἐλευθερῶσαι· ἠνία γάρ με κομιδῇ ἡ τοῦ βδελυροῦ Μαρκίωνος ἐπὶ πλεῖστον διακρατήσασα πλάνη. Ἔφη τοίνυν λιπαρούμενος· "Οὔτε ἐμοῦ οὔτε ἄλλου του δεῖ σοι πρὸς τὸν θεὸν πρεσβευτοῦ. Ἔχεις γὰρ Ἰωάννην τὸν πάνυ, τὴν τοῦ λόγου φωνήν, τοῦ δεσπότου τὸν πρόδρομον, ταύτην ὑπὲρ σοῦ τὴν ἱκετείαν διηνεκῶς προσκομίζοντα." Ἐμοῦ δὲ λέγοντος ὡς καὶ ταῖς τούτου πιστεύω προσευχαῖς καὶ ταῖς τῶν ἄλλων ἁγίων ἀποστόλων καὶ προφητῶν ὧν ἔναγχος ἡμῖν τὰ λείψανα ἐκεκόμιστο· "Θάρρει, ἔφη, ὡς Ἰωάννην ἔχεις τὸν βαπτιστήν". 21.20 Ἀλλ' οὐδὲ οὕτω σιγὴν ἄγειν ἠνειχόμην· πολλῷ δὲ πλέον ἐπεκείμην πυνθανόμενος καὶ μαθεῖν ἐφιέμενος τί δήποτε τούτου μᾶλλον ἐμνήσθη. Ὁ δέ· "Περιπτύξασθαι, ἔφη, ἐβουλόμην αὐτοῦ τὰ ἐπέραστα λείψανα." Ἐπειδὴ δὲ ἔλεγον ὡς οὐκ οἴσω ταῦτα εἰ μὴ ἐρεῖν ὑπόσχοιτο ἃ θεασάμενος εἴη, αὐτὸς μὲν ἔδωκε τὴν ὑποσχέσιν, ἐγὼ δὲ τῇ ὑστεραίᾳ ἐκόμισα τὰ ποθούμενα καὶ πάντας πόρρω κελεύσας γενέσθαι ἐμοὶ μόνῳ διηγήσατο ταῦτα. "Ἡνίκα, ἔφη, τοὺς πολιούχους τούτους ἀπὸ τῆς Φοινίκης καὶ τῆς Παλαιστίνης ἀφικομένους μετὰ τῆς δαυϊτικῆς ὑπεδέξω χορείας, ἔννοιά τίς μοι γέγονεν εἰ τῷ ὄντι ταῦτα Ἰωάννου τοῦ πάνυ λείψανα καὶ μὴ ἄλλου του μάρτυρος ὁμωνύμου. Μετὰ μίαν τοίνυν ἡμέραν, νύκτωρ ἐγὼ μὲν ἐπὶ τὴν ὑμνῳδίαν ἀνέστην· ὁρῶ δέ τινα λευχειμονοῦντα καί· "3Ἀδελφὲ Ἰάκωβε, λέγοντα, εἰπὲ τί δήποτε ἡμῖν ἀφικομένοις οὐχ ὑπαπήντησας;"3 Ἐμοῦ δὲ ἐρομένου τίνες ποτὲ εἶεν, ἀπεκρίνατο λέγων· "3Οἱ ἀπὸ Φοινίκης καὶ Παλαιστίνης τῇ προτεραίᾳ ἐληλυθότες. Καὶ πάντων ἡμᾶς ὑποδεξαμένων προθύμως καὶ τοῦ ποιμένος καὶ τοῦ λαοῦ, καὶ ἀστῶν καὶ χωριτικῶν, σὺ μόνος οὐκ ἐκοινώνησας τῆς τιμῆς"3. Ἠινίττετο δὲ τὴν γενομένην ἀμφιβολίαν. Εἰπεῖν τοίνυν ἔφη πρὸς ταῦτα ὅτι "3καὶ ἀπόντων ὑμῶν τε καὶ τῶν ἄλλων, ὑμᾶς τε τιμῶ καὶ τὸν τῶν ἁπάντων προσ κυνῶ θεόν"3. Πάλιν δὲ τῇ ὑστεραίᾳ κατὰ τὸν αὐτὸν καιρὸν αὐτὸς ἐκεῖνος ἐπιφανείς· "3Ὅρα, ἔφη, ἀδελφὲ Ἰάκωβε, τὸν ἐκεῖθεν ἑστῶτα οὗ ἡ μὲν ἐσθὴς χιόνι κατὰ τὴν χροὰν ἀπείκα σται, κλίβανος δὲ αὐτῷ πυρὸς πρόκειται"3. Ἐμοῦ δὲ τὰς ὄψεις ἐκεῖσε μεταθέντος καὶ τὸν βαπτιστὴν Ἰωάννην ὑποτοπή σαντος-καὶ γὰρ τὴν αὐτοῦ στολὴν περιεβέβλητο καὶ τὴν χεῖρα ὡς βαπτίζων προέτεινεν. "3Αὐτός ἐστιν, ἔφη, ὃν ὑπέλαβες εἶναι"3." 21.21 "Καὶ ἄλλοτε δέ, ἡνίκα, ἔφη, εἰς τὴν πρώτην νύκτωρ ἀπῄεις κώμην παιδεύσων ὡς στασιαστάς, καὶ σπουδαιοτέραν τῷ θεῷ προσενεγκεῖν εὐχὴν παρηγγυήσας, ἄγρυπνος διετέλεσα τὸν δεσπότην ἀντιβολῶν· εἶτα φωνῆς ἀκήκοα λεγούσης· "3Μηδὲν δείσῃς, Ἰάκωβε· ὁ γὰρ μέγας Ἰωάννης ὁ βαπτιστὴς παννύχιον ἀντιβολεῖ τὸν τῶν ὅλων θεόν· πολὺς γὰρ ἂν ἐγεγόνει φόνος εἰ μὴ ταῖς ἐκείνου