1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

26

κείμενον θεωρεῖν, οὔτε τῆς στενῆς ἐκείνης ἔξω βαδίζειν ὁδοῦ· τὸν δὲ φάναι ταῦτα τεχνάζειν πρὸς τὰ τοῦ πονηροῦ δαίμονος μηχανήματα. "Ἵνα γάρ, ἔφη, μὴ περὶ μεγάλων μοι πολεμῇ, σωφροσύνην κλέπτειν πειρώμενος καὶ δικαιο σύνην καὶ τὸν θυμὸν ὁπλίζων καὶ τὴν ἐπιθυμίαν ἐξάπτων καὶ φλεγμαίνειν τῷ τύφῳ καὶ ἐξογκοῦσθαι παρασκευάζων καὶ τὰ ἄλλα ὅσα τοιαῦτα κατὰ τῆς ἐμῆς τυρεύων ψυχῆς, εἰς τὰ σμικρὰ ταῦτα μεταφέρειν πειρῶμαι τὸν πόλεμον· ἔνθα καὶ νικήσας οὐ μεγάλα λωβᾶται, καὶ ἡττηθεὶς καταγελα στότερος γίνεται, ἅτε δὴ μηδὲ ἐν τοῖς μικροῖς περιγενέσθαι δυνάμενος. Ἐπειδὴ τοίνυν ἀκινδυνότερον τοῦτον οἶδα τὸν πόλεμον-οὐ μεγάλα γὰρ ὁ ἐν τούτοις βαλλόμενος ζημιοῦται· ποία γὰρ βλάβη τὸ πεδίον ἰδεῖν ἢ εἰς τὸν οὐρανὸν ἀνατεῖναι τὸ ὄμμα; -, εἰς τοῦτο αὐτὸν τῆς παρατάξεως τὸ εἶδος μεθίστημι. Τῇδε γὰρ οὔτε βαλεῖν οὔτε ἀνελεῖν δύναται· ταῦτα γὰρ οὐκ ἔστι θανατηφόρα τὰ βέλη, τῶν σιδηρῶν ἐκείνων ἀκίδων ἀπηλλαγμένα." Ταῦτα ἀκηκοέναι ὁ μέγας ἔφη Ἀκάκιος καὶ ἄγασθαι τῆς σοφίας καὶ τὴν πολεμικὴν θαυμάσαι ἀνδρείαν αὐτοῦ καὶ ἐμπειρίαν. Οὗ χάριν ὡς ἀξιάγαστόν τε καὶ ἀξιομνημό νευτον τοῖς τὰ τοιάδε μανθάνειν ἐφιεμένοις καὶ τόδε προσέφερε τὸ διήγημα. 4.8 Τοῦτο τὸ κλέος αὐτοῦ πάντοσε διαθέον εἵλκυσεν ἅπαντας πρὸς αὐτὸν τοὺς τῆς ἀρετῆς ἐραστάς. Ἀφίκοντο δὲ καὶ τοῦ θειοτάτου Ἰουλιανοῦ τοῦ Πρεσβύτου οὗ πρόσθεν τὸ διήγημα διεξήλθομεν τῆς ἀρίστης ποίμνης οἱ κτίλοι. Ἐπειδὴ γὰρ ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ τοῦ βίου τὸ τέρμα καταλαβὼν εἰς τὴν ἀμείνω μετέβη ζωήν, Ἰάκωβος ὁ Πέρσης καὶ Ἀγρίππας οἱ τῆς ἀγέλης ἐκείνης ἡγούμενοι πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμον τοῦ ἡγεμονεύειν τὸ καλῶς ἄγεσθαι ἄμεινον ἡγησάμενοι. Τοῦ δὲ Ἰακώβου, οὗ καὶ ἤδη πρόσθεν ἀπεμνημόνευσα, ἐν κεφαλαίῳ τούτου διδάξας τὴν ἀρετήν, καὶ νῦν δὲ τῆς ἄκρας αὐτοῦ φιλοσοφίας τεκμήριον ἐναργὲς ἀποδείξω. Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος, τὴν ἐντεῦθεν ἐκδημίαν ποιούμενος, αὐτὸν τοῦ ποιμνίου παρηγγύησε προστατεύειν, καὶ παραι τούμενος τὴν κηδεμονίαν τοὺς τῆς ἐπιμελείας ἐκείνης ἐφιεμένους οὐκ ἔπειθεν, εἰς ἑτέραν ᾤχετο ποίμνην, νέμεσθαι μᾶλλον ἢ νέμειν αἱρούμενος καὶ χρόνον πλεῖστον ἐπιζήσας, οὕτω τόνδε τὸν βίον κατέλυσεν. ∆ιαδέχεται τοίνυν τὴν ἡγεμονίαν ἐκείνην Ἀγρίππας, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κομῶν ἀγαθοῖς, διαφερόντως δὲ τῇ τῆς ψυχῆς καθαρότητι δι' ἣν καὶ τοῦ θείου κάλλους διηνεκῶς τὴν φαντασίαν δεχόμενος καὶ τῷ τοῦ ἔρωτος ἐκείνου πυρσῷ πυρπολούμενος δάκρυσι κατέβρεχε διηνεκέσι τὰς παρειάς. 4.9 Καὶ τούτου δὲ ἐπὶ χρόνῳ πολλῷ τὴν ἔκκριτον ἐκείνην καὶ θείαν ποίμνην ἐννόμως ποιμάναντος, εἶτα τὸν βίον ὑπεξελθόντος, ∆αυΐδης ὁ θεῖος, οὗ κἀγὼ τῆς θέας ἀπέλαυσα, τὴν ἡγεμονίαν παρέλαβεν, ἀνὴρ "νεκρώσας τῷ ὄντι, κατὰ τὸν θεῖον ἀπόστολον, τὰ μέλη τὰ ἐπὶ τῆς γῆς". Τοσοῦτον γὰρ ἀπώνατο τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας, ὡς πέντε μὲν καὶ τετταράκοντα ἔτη ἐν ἐκείνῳ τῷ φροντιστηρίῳ διάγειν, θυμοῦ δὲ χωρὶς καὶ ὀργῆς πάντα τοῦτον διαβιῶναι τὸν χρόνον. Οὐδὲ γὰρ μετὰ τὴν ἡγεμονίαν ἐθεάσατό τις αὐτὸν πώποτε τοῦδε τοῦ πάθους ἥττω γενόμενον, καὶ ταῦτα μυρίων, ὡς εἰκός, ἀναγκαζόντων. Ἄνδρες γὰρ πεντήκοντα καὶ ἑκατὸν ὑπὸ τῆς ἐκείνου δεξιᾶς ἐποιμαίνοντο, οἱ μὲν ἄκροι τὴν ἀρετὴν καὶ τὴν ἐν οὐρανῷ πολιτείαν μιμούμενοι, οἱ δὲ ἄρτι πτεροφυήσαντες, καὶ τὴν γῆν ὑπεράλλεσθαί τε καὶ ὑπερπέτεσθαι διδασκόμενοι. Ἀλλ' ὅμως καὶ τοσούτων ὄντων τῶν τὰ θεῖα παιδευομένων καί τι καὶ παραβαινόντων, ὡς εἰκός-οὐδὲ γὰρ τὸν ἄρτι φοιτῶντα κατορθοῦν ἅπαντα ῥᾴδιον-, ἔμενεν ἀκίνητος, οἷά τις ἀσώματος, ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐδεμιᾶς αὐτὸν προφάσεως εἰς θυμὸν ἐγει ρούσης. 4.10 Τοῦτο δὲ οὐκ ἀκοῇ μόνον ἀλλὰ καὶ πείρᾳ παρέλαβον. Ἐπιθυμήσας γάρ ποτε