1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

95

ἀγάπης τὴν φλόγα. Ἡ τοίνυν πρόρρησις τῆς τελευτῆς καὶ τὸν Πέτρον ἐψυχαγώγει, καὶ τοὺς ἄλλους ἐδίδασκεν ὡς οἰκονομίας ἦν, ἀλλ' οὐ γνώμης ἡ ἄρνησις. Καὶ τοῦτο αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ᾐνίξατο, πρὸς αὐτὸν εἰρηκώς· "Σίμων, Σίμων, ἐξῃτήσατο ὁ Σατανᾶς σινιᾶσαι ὑμᾶς ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· ἀλλὰ καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου." Ὥσπερ γάρ, φησίν, ἐγὼ σαλευόμενον ὑπερείδω σε, οὕτως ἔρεισμα γενοῦ καὶ σὺ τοῖς δονουμένοις τῶν ἀδελφῶν σου, καὶ ἧς ἀπολαύεις ἐπικουρίας μετάδος· καὶ μὴ ὠθήσῃς τοὺς ὀλισθαίνοντας, ἀλλ' ἀνά στησον κινδυνεύοντας. Τούτου γάρ σε χάριν καὶ προσπταῖσαι συγχωρῶ, καὶ πεσεῖν οὐκ ἐῶ, στάσιν τοῖς σαλευομένοις διὰ σοῦ μηχανώμενος. 31.13 Οὕτω τὴν οἰκουμένην σαλευομένην ὁ μέγας οὗτος στῦλος ὑπήρεισε, καὶ καταπεσεῖν οὐκ εἴασε παντελῶς, ἀλλ' ἀνώρθωσε, καὶ ἑδραίαν ἀπέφηνε, καὶ ποιμᾶναι τὰ θεῖα πρόβατα κελευσθεὶς καὶ παροινούμενος ὑπὲρ τούτων ἠνείχετο, καὶ αἰκιζόμενος ἥδετο. Καὶ ἐξιὼν ἐκ τοῦ πονηροῦ συνεδρίου σὺν τῷ ὁμόζυγι ἔχαιρεν, "ὅτι κατηξιώθη ὑπὲρ τοῦ ὀνόματος τοῦ δεσπότου ἀτιμασθῆναι". Καὶ εἰς δεσμω τήρια δὲ βαλλόμενος, ἐγάνυτο καὶ εὐφραίνετο. Καὶ ἐπειδὴ ὑπὸ Νέρωνος τὴν διὰ σταυροῦ ὑπὲρ τοῦ σταυρωμένου κατεδικάσθη σφαγήν, παρεκάλει τοὺς δημίους μὴ τῷ δεσπότῃ παραπλησίως τῷ ἰκρίῳ προσηλωθῆναι, ἀλλ' ἔμπα λιν ἢ ἐκεῖνος ἀνασκολοπισθῆναι, δείσας, ὡς εἰκός, μὴ ἡ τοῦ πάθους ταὐτότης ἴσον αὐτῷ παρὰ τῶν ἀνοήτων προσε νέγκῃ τὸ γέρας. ∆ιὰ τοῦτο κάτω προσηλωθῆναι τὰς χεῖρας, καὶ ἄνω τοὺς πόδας ἱκέτευε. Τὸ γὰρ ἔσχατον αἱρεῖσθαι, οὐκ ἐν τῇ τιμῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ ἀτιμίᾳ μεμάθηκεν. Εἰ δὲ καὶ δεκάκις καὶ πεντηκοντάκις τοῦτον ὑπομεῖναι τὸν θάνατον οἷόν τε ἦν, ἐδέξατο ἂν μετὰ πάσης ἡδονῆς, τῷ θείῳ πυρπολούμενος πόθῳ. Τοῦτο δὲ καὶ ὁ θεῖος Παῦλος βοᾷ, νῦν μὲν λέγων· "Καθ' ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ", νῦν δέ· "Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός." 31.14 Οὐκοῦν ὁ τὸν ἔρωτα τὸν θεῖον δεξάμενος πάντων μὲν ὁμοῦ τῶν γηΐνων καταφρονεῖ, πατεῖ δὲ ἁπάσας τὰς τοῦ σώματος ἡδονάς· ὑπερορᾷ πλούτου καὶ δόξης καὶ τῆς παρὰ ἀνθρώπων τιμῆς· ἀραχνίων οὐδὲν διαφέρειν ὑπολαμ βάνει τὴν βασιλικὴν ἁλουργίδα· τοὺς πολυτελεῖς τῶν λίθων ταῖς παρὰ τὰς ὄχθας ἀπεικάζει ψηφίσιν· οὐ μακαριστὴν ἡγεῖται τὴν ὑγίειαν τοῦ σώματος, οὐδὲ συμφορὰν τὴν νόσον ἀποκαλεῖ, οὐδὲ δυσπραξίαν τὴν πενίαν προσαγορεύει, οὐδὲ πλούτῳ καὶ τρυφῇ τὴν εὐδαιμονίαν ὁρίζεται· ἀλλὰ ποταμίοις ῥεύμασι, τὰ παραπεφυτευμένα ταῖς ὄχθαις παραρ ρέουσι δένδρα, καὶ πρὸς οὐδένα τούτων ἱσταμένοις, ἀεὶ ἐοικέναι τούτων ἕκαστον ἡγοῦνται καλῶς. Ὁμοίως γὰρ κάλλος καὶ πενία καὶ πλοῦτος, καὶ ὑγίεια καὶ νόσος, τιμή τε καὶ ἀτιμία, καὶ τἄλλα, ὅσα τῶν ἀνθρώπων παρατρέχει τὴν φύσιν, οὐ παρὰ τοῖς αὐτοῖς ἀεὶ μένοντα θεωρεῖται, ἀλλὰ τοὺς κεκτημένους ἀμείβοντα, καὶ ἐξ ἄλλων εἰς ἄλλους διηνεκῶς μεταβαίνοντα. Πολλοὶ μὲν γὰρ ἐξ εὐπορίας μετα πίπτουσιν εἰς πενίαν ἐσχάτην· πολλοὶ δὲ ἐκ πενήτων εἰς τὸν τῶν πλουσίων κατάλογον ἀναβαίνουσι. Καὶ νόσος δέ, καὶ ὑγίεια διὰ πάντων, ὡς ἔπος εἰπεῖν, σωμάτων, καὶ πεινώντων καὶ τρυφώντων, ὁδεύει. 31.15 Ἀρετὴ δὲ καὶ φιλοσοφία, μόνιμον ἀγαθόν· νικᾷ γὰρ καὶ λῃστοῦ χεῖρας, καὶ συκοφάντου γλῶτταν, καὶ πολεμικῶν βελῶν καὶ δορατῶν νιφάδας· οὐ γίνεται πυρετοῦ παρανάλωμα, οὐδὲ κλύδωνος πάρεργον, οὐδὲ ναυαγίου ζημία. Ταύτης ὁ χρόνος οὐκ ἀφαιρεῖται τὴν δύναμιν, ἀλλ' αὔξει τὴν δύναμιν. Ὕλη δὲ ταύτης ἡ περὶ τὸν θεὸν ἀγάπη. Ἀδύνατον γὰρ κατορθῶσαι φιλοσοφίαν τὸν μὴ θερμὸν τοῦ θεοῦ γενόμενον ἐραστήν· μᾶλλον δὲ αὐτὸ τοῦτο φιλοσοφία καλεῖται. Σοφία γὰρ ὁ θεὸς καὶ ἔστι καὶ καλεῖται. Περὶ