1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

66

τέθηκε πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν, λέγων ἐκεῖνα ἃ καὶ τοῖς οἰκείοις εἰρήκει. Ὁ δὲ θεῖος ἄνθρωπος προτε θηκὼς τὸ παιδίον καὶ τὰ γόνατα κλίνας ἔκειτο πρηνὴς τὸν ζωῆς καὶ θανάτου δεσπότην ἀντιβολῶν. ∆είλης δὲ ὀψίας ἀφῆκε τὸ παιδίον φωνὴν καὶ τὸν πατέρα ἐκάλεσεν. Οὕτως αἰσθόμενος ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ ὡς τὴν ἱκετείαν ὁ δεσπότης ἐδέξατο καὶ τὴν ζωὴν ἐχορήγησεν, ἀνέστη καὶ προσκυνήσας τὸν ποιοῦντα τὸ θέλημα τῶν φοβουμένων αὐτὸν καὶ τῆς δεήσεως αὐτῶν εἰσακούοντα, συνεπέρανε τὴν ἱκετείαν καὶ τῷ φύσαντι τὸ παιδίον ἀπέδωκε. Τοῦτο κἀγὼ ἐθεασάμην καὶ τοῦ πατρὸς τὸ θαῦμα διηγησαμένου ἀκήκοα καὶ πολλοῖς προσήνεγκα τὸ διήγημα ἀποστολικὸν εἰδὼς καὶ πολλῆς ὠφελείας τοῖς ἀκουσομένοις ἐσόμενον πρόξενον. 21.15 Κἀγὼ δὲ πολλάκις τῆς τούτου ἐπικουρίας ἀπέλαυσα. Μιᾶς δὲ ἢ δύο μνησθήσομαι, λίαν ἡγούμενος ἄγνωμον εἶναι σιγῇ παραδοῦναι καὶ μὴ διδάξαι τῆς εὐεργεσίας τὰ εἴδη. Μαρκίων ὁ βδελυρὸς πολλὰς ἀσεβείας ἀκάνθας εἰς τὴν χώραν τῆς Κύρρου κατέσπειρε πόλεως. Ταύτας ἀνασπᾶν προρρίζους πειρώμενος πάντα κάλων ἐκίνουν καὶ πάσῃ μηχανῇ χρώμενος διετέλουν. Οἱ δὲ τῆς δι' ἐμοῦ θεραπείας ἀπολαύοντες, "ἀντὶ τοῦ ἀγαπᾶν με, προφητικῶς εἰπεῖν, ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου". Καὶ γοητευτικαῖς χρώμενοι μαγγανείαις καὶ δαίμοσι πονηροῖς συνεργοῖς κεχρημένοι ἀοράτως πολεμεῖν ἐπειρῶντο. Καί ποτε νύκτωρ ἧκέ τις βοῶν ἀλιτήριος δαίμων καὶ τῇ σύρᾳ κεχρημένος φωνῇ· "Τί πολεμεῖς, ὁ δεῖνα, Μαρκίωνι; Τί δήποτε δὲ τὴν πρὸς τοῦτον ἀναδέδεξαι μάχην; Τί σοι λυπηρὸν εἰργάσατο πώποτε; Λῦσον τὸν πόλεμον, κατάπαυσον τὴν δυσμένειαν ἢ τῇ πείρᾳ μαθήσῃ ὅσον ἀγαθὸν ἡσυχία. Εὖ ἴσθι γὰρ ὡς πάλαι ἄν σε κατηκόντισα, εἰ μὴ τὸν τῶν μαρτύρων χορὸν σὺν Ἰακώβῳ φρουροῦντά σε ἑώρων". 21.16 Ἤκουσα τούτων ἐγὼ καί τινι τῶν γνωρίμων πλησίον καθεύδοντι· "Ἀκούεις, ἔφην, ὁ δεῖνα, τῶν λεγομένων;" Ὁ δέ· "Πάντων, εἶπεν, ἐπήκουσα, καὶ διαναστῆναι βουλόμενος καὶ διακῦψαι καὶ γνῶναι τίς ὁ φθεγγόμενος, σοῦ χάριν ἡσυχίαν ἦγον, καθεύδειν σε τοπάσας". Ἀναστάντες τοίνυν ἀμφότεροι διεκύπτομεν καὶ οὐδένα οὔτε κινούμενον ἑωρῶμεν οὔτε φθεγγόμενον ἠκούομεν. Τῶν δὲ ῥημάτων ἐκείνων καὶ οἱ ἄλλοι ἡμῶν ἐπήκουσαν σύνοικοι. Συνῆκα τοίνυν ὡς χορὸν μὲν μαρτύρων ἔλεγε τὸ τοῦ ἐλαίου τῶν μαρτύρων ληκύθιον ὃ παρὰ παμπολλῶν μαρτύρων συνειλεγ μένην ἔχον τὴν εὐλογίαν παρὰ τὴν ἐμὴν ἐξήρτητο κλίνην. Καὶ τῇ κεφαλῇ δέ μου ὑπέκειτο τοῦ μεγάλου Ἰακώβου τὸ παλαιὸν περιβόλαιον παντὸς ἕρκους ἀδαμαντίνου στερρότερόν μοι γεγενημένον. 21.17 Καὶ ἡνίκα δὲ τῇ μεγίστῃ τούτων αὐτῶν κώμῃ προσβάλλειν ἤμελλον, εἶτα πολλά τινα ἐν μέσῳ γιγνόμενα τὴν ἔξοδον διεκώλυεν, ἔπεμψα παρὰ τὸν ἐμὸν Ἡσαίαν, τῆς θείας συμμαχίας ἀντιβολῶν ἀπολαῦσαι. Ὁ δέ· "Θάρρει, ἔλεγε, πάντα γὰρ ἐκεῖνα δίκην ἀραχνῶν διαλέλυται τὰ κωλύματα· καὶ τοῦτό με νύκτωρ ἐδίδαξεν ὁ θεὸς οὐκ ὄναρ σκιαγραφήσας, ἀλλ' ὕπαρ ἐπιδείξας. Ἑώρων γάρ, ἔλεγε, τῆς ὑμνῳδίας ἀρξάμενος, κατ' ἐκεῖνο τὸ μέρος ἐν ᾧ τὰ χωρία ἐκεῖνα διάκειται, ὄφιν τινὰ πυροειδῆ ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω ἑρπύζοντα καὶ διὰ μέσου τοῦ ἀέρος φερόμενον. Τρεῖς δὲ εὐχὰς ἐξανύσας πάλιν ἐθεασάμην ἐπικαμφθέντα καὶ τὸ κυκλοτερὲς ἐπιδείξαντα σχῆμα καὶ τῇ κεφαλῇ συναφθεῖσαν τὴν κέρκον. Ὀκτὼ δὲ πάλιν προσευχὰς συμπεράνας ἐθεασάμην διχοτομηθέντα καὶ εἰς καπνὸν διαλυθέντα." 21.18 Ταῦτα αὐτὸς μὲν οὕτω προεῖδεν, ἡμεῖς δὲ ἐθεασάμεθα συνομολογήσασαν τῇ προρρήσει τὴν ἔκβασιν. Ἕωθεν μὲν γὰρ ὑπὸ τοῦ ἀρχεκάκου ὄφεως στρατηγούμενοι, οἱ πάλαι μὲν τῆς Μαρκίωνος συμμορίας, νῦν δὲ τῆς ἀποστολικῆς γενόμενοι φάλαγγος,