1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

75

συνῆν δὲ τούτοις καὶ τῆς Ἀντιοχέων τις χώρας, κώμας πολλὰς ποιμαίνειν τεταγμένος· οὗτος τῶν παρόντων τοὺς γεραιτέρους ἱκέτευε πεῖσαι τὸν ἄνδρα ληκυθίῳ τινὶ ἐπιθεῖναι τὴν δεξιάν. Τῶν δὲ εἰρηκότων ὡς οὐκ ἀνέξεται, εὐχῆς μετὰ ταῦτα γινομένης καὶ τῆς θεσπεσίας μοι κεφαλῆς προσευχομένης, ὄπισθεν ἐκεῖνος ἑστὼς προὔ τεινε ταῖν χεροῖν τὸ ληκύθιον· τὸ δὲ ἀνέβλυσεν ὡς δύο καὶ τρεῖς τῶν παρόντων ἐκτεῖναι τὰς χεῖρας καὶ πεπληρω μένας ταύτας τοῦ ἐλαίου λαβεῖν. 24.8 Ἀλλ' ὅμως καὶ τῆς χάριτος ἀφιεὶς τὰς ἀκτῖνας καὶ παντοδαποῖς κατορθώμασι βρίθων καὶ ὁσημέραι συλλέγων τῆς φιλοσοφίας τὸν πλοῦτον, οὕτως ἐστὶ τὸ φρόνημα μέτριος ὡς ἑκάστου τῶν ὡς αὐτὸν ἀφικνουμένων ἄμφω τὼ πόδε περιπτύσσεσθαι καὶ τὸ μέτωπον ἐπιτιθέναι τῇ γῇ εἴτε στρατιώτης εἴτε χειροτέχνης εἴτε ἄγροικος εἴη. ∆ιηγήσομαι δέ τι καὶ τὴν ἁπλότητα αὐτοῦ καὶ τὴν μετριότητα διδάξαι δυνάμενον. Ἀνήρ τις σπουδαῖος τοῦδε τοῦ ἔθνους τὴν ἡγεμονίαν λαχὼν καὶ τὴν Κύρρον καταλαβὼν σὺν ἐμοὶ τῆς τῶν μεγάλων τούτων ἀθλητῶν ἀπολαῦσαι θεωρίας ἠθέλησε. Τοὺς ἄλλους τοίνυν περινοστήσαντες ἀφικόμεθα καὶ παρὰ τοῦτον οὗ νῦν τὴν ἀρετὴν διηγούμεθα. Ἐμοῦ τοίνυν εἰρηκότος ὡς ἡγεμών ἐστιν ὁ σὺν ἐμοὶ παρα γενόμενος καὶ τοῦ δικαίου φροντιστὴς καὶ τῶν εὐσεβῶν ἐραστής, ὁ θεσπέσιος ἄνθρωπος ἄμφω τὼ χεῖρε προτείνας καὶ ἀμφοῖν τοῖν ποδοῖν λαβόμενος· "Αἴτησίν τινα, ἔφη, ἐπαγγεῖλαί σοι θέλω". Τοῦ δὲ λίαν δυσχεράναντος καὶ ἀνίστασθαι ἱκετεύοντος καὶ ποιήσειν ὅ τι ἂν κελεύσειεν ὑπισχνουμένου-ἐτόπαζε γὰρ αὐτὸν περί τινος τῶν ὑπηκόων παρακαλεῖν-, ἔφη ὁ θεσπέσιος ἄνθρωπος· "Οὐκοῦν, ἐπειδήπερ ὑπέσχου καὶ ὅρκῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσας, σπουδαίως τὰς ὑπὲρ ἐμοῦ τῷ θεῷ προσένεγκε προσευχάς". Ὁ δὲ τὰ μέτωπα τύπτων ἱκέτευε λῦσαι τὸν ὅρκον ὡς οὐκ ἀξιόχρεως ὢν οὐδὲ τὰς ὑπὲρ αὑτοῦ ἱκετείας τῷ δεσπότῃ προσφέρειν. Τὸν ἐν τοσούτῳ τοίνυν ὕψει φιλοσοφίας τοσαύτην ἔχοντα φρονήματος μετριότητα ποῖος ἂν λόγος εἰς ἀξίαν εὐφημίαν ἀρκέσειεν; 24.9 Τούτου τὴν φιλοπονίαν οὐδὲ παντοδαπὰ προσπεσόντα διήλεγξε πάθη, ἀλλ' ὑπὸ νόσου ποικίλης πολιορκούμενος τῶν αὐτῶν πόνων ἀνέχεται. Πολλοῖς δὲ πολλάκις χρησάμενοι λόγοις, μόγις τουτονὶ τὸν οἰκίσκον ᾠκοδομησάμεθα, θάλπος ὀλίγον τῷ σώματι πάμπαν κατεψυγμένῳ μηχανησάμενοι. Τούτῳ πολλοὶ μὲν πολλάκις χρυσίον περιόντες προσήνεγκαν, κατέλιπον δὲ καὶ τελευτήσαντες· ἐδέξατο δὲ οὐδὲν παρ' οὐδε νὸς οὐδεπώποτε, ἀλλ' αὐτοὺς οἰκονόμους γενέσθαι τῶν προσφερομένων ἐκέλευσε. Καὶ σισύραν δὲ αὐτῷ ὁ μέγας Ἰάκωβος ὑπό τινος αὐτῷ κομισθεῖσαν ἀπέστειλεν· ἀλλὰ καὶ ταύτην ἀντέπεμψε στεγανωτέραν αὐτὴν καὶ εὐεργεστέραν ἰδών· εὐτελέσι γὰρ λίαν καὶ εὐώνοις ἱματίοις κεχρημένος διατελεῖ. Οὕτω δὲ τὴν πενίαν πάσης ἐρασμιωτέραν βασιλείας ἡγεῖται ὡς μηδὲ τὴν ἀναγκαίαν ἔχειν ἀεὶ τροφήν. Οἶδα γὰρ πολλάκις ἀφικόμενος καὶ εὐλογίαν αἰτήσας καὶ μηδὲν ἕτερον εὑρὼν ἢ δύο μόνας ἰσχάδας. Τούτου τὸ μέλι καὶ τοῖς ὁρῶσι τριπόθητον καὶ τοῖς ἀκούουσι λίαν ἐπέραστον. Οὐδένα γὰρ οἶδα ἀνθρώπων, οὐδὲ τῶν κομιδῇ φιλοσκωμμόνων, τούτῳ μῶμον ἐπιτεθηκότα πώποτε· ἀλλὰ πάντες ᾄδουσι καὶ εὐφημοῦσι καὶ παρ' αὐτὸν φοιτῶντες οὐ θέλουσιν ἀπαλλάττεσθαι. 25.t ΑΣΚΛΗΠΙΟΣ 25.1 Ταύτης ἐστὶ τῆς συμμορίας καὶ Ἀσκληπιὸς ὁ θαυμά σιος, δέκα μὲν σταδίους ἀφεστηκώς, τὴν αὐτὴν δὲ πολιτείαν ἐζηλωκώς. Καὶ τροφὴ γὰρ αὐτῷ ἡ αὐτὴ καὶ ἐσθὴς καὶ ἤθους μετριότης καὶ φιλοξενία καὶ φιλαδελφία, ἡμερότης τε καὶ πρᾳότης καὶ ἡ πρὸς τὸν θεὸν ὁμιλία καὶ ἡ ἀκροτάτη πενία καὶ ἡ τῆς ἀρετῆς περιουσία καὶ τῆς φιλοσοφίας ὁ