1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

25

Ἰωάννην τὸν πάνυ, τὴν ἔρημον ἀσπαζόμενον, ταῖς τοῦ Ἰορδάνου παρέπεμψεν ὄχθαις, ἐκεῖ βαπτίζειν καὶ κηρύττειν παρεγγυήσας. Ἐπειδὴ τοίνυν καὶ σὺ θερμὸς ἐραστὴς εἶ τοῦ πεποιηκότος καὶ σεσωκότος θεοῦ, πολλοὺς καὶ ἄλλους συγκατασκεύασον ἐραστάς. Τοῦτο γὰρ τῷ κοινῷ δεσπότῃ λίαν ἐστὶ προσφιλές. ∆ιὰ τοῦτο καὶ τὸν Ἰεζεκιὴλ σκοπὸν προσηγόρευσε καὶ τοῖς ἁμαρτωλοῖς διαμαρτύρασθαι παρηγγύα· καὶ τὸν Ἰωνᾶν εἰς τὴν Νινευὴ τρέχειν ἐκέλευσε καὶ μὴ βουλόμενον δεσμώτην παρέπεμψεν." Ταῦτα καὶ τὰ τοιαῦτα λέγων τὸν θεῖον κατεκήλησεν ἄνδρα καί, τὴν ἐθελούσιον ἐκείνην διορύξας εἱρκτήν, ἐξῆγέ τε καὶ ἀπῆγε καὶ τῶν θιασωτῶν παρεδίδου τὴν ἐπιμέλειαν. 4.5 Ἐγὼ δὲ οὐκ οἶδα πότερον πλέον θαυμάσω, τούτου τὴν μετριότητα ἢ ἐκείνου τὴν εὐπείθειαν. Καὶ γὰρ οὗτος τὴν ἡγεμονίαν ἐδραπέτευε καὶ τῶν ὑπηκόων εἷς εἶναι μᾶλλον ἐβούλετο, τῆς προστασίας τὸν κίνδυνον ὑφορώμενος. Καὶ ὁ μέγας Εὐσέβιος τὴν μετὰ πλειόνων διαγωγὴν ἀπεστρέ φετο μέν, εἶξε δὲ ὅμως καί, τοῖς τῆς ἀγάπης δικτύοις ἁλούς, ἐδέχετο τῆς ποίμνης τὴν ἐπιμέλειαν καὶ ἦγε τὸν χορὸν οὐ πολλῶν λόγων εἰς διδασκαλίαν δεόμενος· ἤρκει γὰρ καὶ φαινόμενος ὀξὺν ἐργάσασθαι πρὸς τὸν τῆς ἀρετῆς δρόμον καὶ τὸν ἄγαν νωθέστατον. Φασὶ δὲ αὐτὸν οἱ τεθεαμένοι ἐμβριθὲς ἀεὶ τὸ πρόσωπον ἐσχηκέναι καὶ δέος ἱκανὸν ἐνθεῖναι τοῖς θεωμένοις. Τροφῆς δὲ αὐτὸς μὲν διὰ τριῶν καὶ τεττάρων ἀπέλαυεν ἡμερῶν, τοῖς δὲ συνοίκοις παρὰ μίαν μεταλαγχάνειν ἐκέλευε. ∆ιηνεκῶς δὲ τῷ θεῷ προσομιλεῖν παρηγγύα καὶ μηδένα καιρὸν ταύτης ἄμοιρον τῆς ἐργασίας ἐᾶν, ἀλλὰ κοινῇ μὲν τὰς ὡρισμένας λειτουργίας ἐπιτελεῖν, τὰ δὲ ἐν μέσῳ τούτων τῆς ἡμέρας μόρια καθ' ἑαυτὸν ἕκαστον ἢ ὑπὸ σκιᾷ τινὶ δένδρου ἢ παρά τινα πέτραν ἢ ἔνθα ἄν τίς τινος ἡσυχίας ἀπολαύοι, ἢ ἑστῶτα ἢ κείμενον ἐπ' ἐδάφους, ἀντιβολεῖν τὸν δεσπότην καὶ τὴν σωτηρίαν αἰτεῖν. Οὕτω δὲ τῶν τοῦ σώματος μορίων ἕκαστον τὴν ἀρετὴν ἐξεπαίδευσεν ὡς ἐκεῖνα δρᾶν ἃ μόνος ὁ λογισμὸς ἐπιτρέπει. 4.6 Ἵνα δὲ τοῦτο δῆλον ἅπασι καταστήσω, ἑνὸς τῶν κατ' αὐτὸν μνησθήσομαι διηγήματος. Ἐπί τινος καθῆστο πέτρας αὐτός τε καὶ Ἀμμιανὸς ὁ θαυμάσιος, καὶ τῶν θείων εὐαγγελίων τὴν ἱστορίαν ὁ μὲν ἀνεγίνωσκεν, ὁ δὲ τῶν ἀσαφεστέρων παρεγύμνου τὴν ἔννοιαν. Γηπόνων δέ τινων ἐν τῷ ὑποκειμένῳ πεδίῳ νεουρ γούντων τὴν γῆν, ἐπὶ ταύτην εἱλκύσθη τὴν θεωρίαν ὁ μέγας Εὐσέβιος. Ἀμμιανοῦ δὲ τοῦ θεσπεσίου ἀνεγνωκότος τὸ εὐαγγελικὸν χωρίον, τὴν δὲ ἑρμηνείαν μαστεύοντος, ἀνα λαβεῖν ἐκέλευσε τὴν ἀνάγνωσιν ὁ μέγας Εὐσέβιος. Τοῦ δὲ εἰρηκότος ὅτι "τοῖς ἀροῦσιν ἐπιτερπόμενος οὐκ ἐπήκουσας, ὡς εἰκός", νομοθετεῖ τοῖς ὀφθαλμοῖς μήτε τὸ πεδίον ἐκεῖνο θεωρῆσαί ποτε μήτε τῷ οὐρανίῳ κάλλει καὶ τῷ τῶν ἀστέρων ἑστιαθῆναι χορῷ, ἀλλ' ἀτραπῷ χρώμενος στενωτάτῃ, ἧς τὸ μέτρον σπιθαμῆς εἶναί φασιν, ἐπὶ τὸν εὐκτήριον οἶκον φερούσῃ, ἔξω ταύτης βαδίσαι λοιπὸν οὐκ ἠνέσχετο. Πλείονα δὲ ἢ τεσσαράκοντα ἔτη φασὶ μετὰ τοῦτον αὐτὸν διαβιῶναι τὸν νόμον. Ἵνα δὲ μετὰ τῆς γνώμης καὶ ἀνάγκη τις αὐτὸν ἐπὶ ταῦτα καθέλκῃ, ζώνῃ σιδηρᾷ τὴν ὀσφὺν καταδήσας καὶ βαρύτατον κλοιὸν περιθεὶς τῷ τραχήλῳ, ἄλλῳ τινὶ σιδήρῳ τὴν ζώνην συνήρμοσε τῷ τοῦ τραχήλου κλοιῷ ἵνα τούτῳ τῷ τρόπῳ κατακαμπτόμενος εἰς γῆν κατακύπτειν διηνεκῶς ἀναγκάζηται. Τοιαύτας αὐτὸς τῆς τῶν γηπόνων ἐκείνων θεωρίας εἰσεπράξατο δίκας. 4.7 Ταῦτα δέ με πολλοὶ μὲν καὶ ἄλλοι τῶν ἐκεῖνον ἱστορη κότων καὶ τὰ κατ' αὐτὸν ἀκριβῶς ἐπισταμένων ἐδίδαξαν· διηγήσατο δὲ τοῦτ' αὐτὸ τὸ διήγημα καὶ ὁ πρεσβύτης, ὁ μέγας Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐν τοῖς ἄλλοις διηγήμασιν ἀπεμνημονεύσαμεν. Ἔφη δὲ καὶ ἔρεσθαι αὐτόν ποτε συγκε κυφότα θεασάμενος ποίαν καρπούμενος ὄνησιν οὔτε εἰς οὐρανὸν βλέπειν ἀνέχεται, οὔτε τὸ πεδίον ἐκεῖνο τὸ ὑπο