1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

51

ἀμύητος, ἐν ἀγροικίᾳ δὲ τεθραμμένος, ταῖς δὲ τῶν ὀρῶν ἐνδιαιτώμενος κορυφαῖς, ἁπλότητα δὲ πᾶσαν ἐν τῇ ψυχῇ περιφέρων καὶ οὐδὲ τοῖς θείοις λογίοις ἐσχολακώς; Τοιγαροῦν καὶ τὴν πνευματικὴν αὐτοῦ σοφίαν δηλώσας καὶ τὴν δικαίῳ πρέ πουσαν παρρησίαν-"δίκαιος γὰρ ὡς λέων πέποιθεν"- ἐπὶ τὰ θαύματα μεταβήσομαι. 13.9 Γυνή τις τῶν εὐπατρίδων τινὸς ἀδηφαγίας περιέπεσε πάθει καὶ οἱ μὲν δαίμονος τὸ πάθος ἐκάλουν ἐνέργειαν, οἱ δὲ σώματος ἀρρωστίαν ἐνόμιζον· εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο ἦν, τοιόνδε ἦν· τριάκοντα αὐτὴν ἔλεγον τῆς ἡμέρας ὄρνεις ἐσθίουσαν μὴ σβεννύναι κόρῳ τὴν ἔφεσιν, ἀλλ' ἔτι ἑτέρων ὀρέγεσθαι. Οὕτω τοίνυν εἰς αὐτὴν τῆς οὐσίας δαπανωμένης, οἰκτείραντες οἱ προσήκοντες τὸν θεῖον ἐκεῖνον ἱκετεύουσιν ἄνθρωπον. Ὁ δὲ ἀφίκετο καὶ προσηύξατο καὶ ὕδατι τὴν δεξιὰν ἐπιθεὶς καὶ τὴν σωτήριον ἐντυπώσας σφραγῖδα καὶ πιεῖν κελεύσας τὸ πάθος ἰάσατο. Καὶ οὕτω σφόδρα ἤμβλυνε τὴν τῆς ὀρέξεως ἀμετρίαν ὡς εἰς τὸν ἔπειτα χρόνον βραχύ τι μορίον ὄρνιθος καθ' ἑκάστην ἡμέραν τὴν τῆς τροφῆς αὐτῇ χρείαν πληροῦν. Τοῦτο μὲν οὖν τὸ πάθος τοιαύτην θεραπείαν ἐδέξατο. 13.10 Κόρης δέ τινος ἔτι θαλαμευομένης καὶ πονηροῦ δαίμονος ἐξαπιναίως δεξαμένης ἐνέργειαν, ἔδραμεν ὁ πατὴρ πρὸς τὸν θεῖον ἄνθρωπον, ἀντιβολῶν καὶ ποτνιώμενος καὶ τυχεῖν ἰάσεως παρακαλῶν τὸ θυγάτριον. Ὁ δὲ προσευ ξάμενος ἐκέλευσεν ἀπαλλαγῆναι τῆς κόρης παραυτίκα τὸν δαίμονα. Ὁ δὲ ἔφασκε μὴ ἑκὼν ὑπεισδύναι, ἀλλὰ μαγγανείᾳ βιασθῆναι γοητευτικῇ· ἔλεγε δὲ καὶ τὴν τοῦ βιασαμένου προσηγορίαν καὶ ἔρωτα εἶναι τὴν τῆς γοητείας αἰτίαν. 13.11 Ἀλλὰ τούτων ἀκούσας οὐκ ἤνεγκεν ὁ πατὴρ τὴν τοῦ θυμοῦ προσβολὴν οὐδὲ τὴν τῆς παιδὸς ἀνέμεινε θεραπείαν, ἀλλὰ τὸν τῶν μειζόνων ἀρχόντων καταλαβὼν ἄρχοντα τῶν πλειόνων ἐθνῶν προστατεύοντα, γράφεται τὸν ἄνθρωπον καὶ διηγεῖται τὸ δρᾶμα. Ὁ δὲ ἀγώγιμος γεγονὼς ἠρνεῖτο καὶ συκοφαντίαν ὠνόμαζε τὴν γραφήν. Ὁ δὲ μάρτυρα ἐκάλει οὐχ ἕτερον, ἀλλὰ τὸν τῇ γοητείᾳ διακονήσαντα δαίμονα καὶ τὸν δικαστὴν ἱκέτευε παρὰ τὸν θεῖον ἐκεῖνον ἄνθρωπον δραμεῖν καὶ τὴν τοῦ δαίμονος δέξασθαι μαρτυρίαν. Τοῦ δὲ λέγοντος οὐκ ἔννομον εἶναι οὐδὲ μὴν ὅσιον ἐν ἀσκη τικῷ χωρίῳ γενέσθαι τὴν βάσανον, ἄξειν εἰς τὸ δικαστήριον ὁ τῆς κόρης πατὴρ τὸν θεῖον ὑπέσχετο Μακεδόνιον· καὶ δραμὼν ἔπεισέ τε καὶ ἤγαγεν. Ἔξω δὲ τοῦ ἀρχείου καθίσας ὁ δικαστὴς οὐ δικαστὴς ἐγένετο ἀλλὰ θεατής· τὰ δικαστῶν γὰρ ὁ μέγας Μακεδόνιος ἔδρα, τῇ ἐνοικούσῃ δυνάμει χρώ μενος καὶ τῷ δαίμονι παρακελευόμενος τὸ μὲν σύνηθες ψεῦδος ἐᾶν, σὺν ἀληθείᾳ δὲ πᾶσαν τοῦ πράγματος διηγεῖσθαι τὴν τραγῳδίαν. Ὁ δὲ ὑπὸ τῆς μεγίστης ἀνάγκης ὠθούμενος καὶ τὸν ἄνδρα ὑπεδείκνυ τὸν ταῖς γοητευτικαῖς ᾠδαῖς βιασάμενον καὶ τὴν παιδίσκην δι' ἧς ὁ κυκεὼν ἐκεῖνος προσηνέχθη τῇ κόρῃ. Ὡς δὲ καὶ ἕτερα λέγειν ἠπείγετο ἃ ὑπ' ἄλλων τινῶν βιασθεὶς ἐδεδράκει, τοῦ μὲν ἐμπρήσας τὴν οἰκίαν, τοῦ δὲ τὰ κτήματα διαφθείρας, τὸν δὲ ἄλλο τι λυμηνάμενος, σιγὴν ἄγειν ἐκέλευσεν ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ παραυτίκα πόρρω που καὶ τῆς κόρης καὶ τοῦ ἄστεως γενέσθαι. Ὁ δὲ ὡς δεσποτικῷ πειθόμενος νόμῳ τὸ κελευσθὲν ἐποίει καὶ εὐθὺς ἐδραπέτευεν. 13.12 Οὕτω δὲ ταύτην ὁ θεῖος ἄνθρωπος τῆς μανίας ἐκείνης ἐλευθερώσας καὶ τὸν δείλαιον ἐκεῖνον ἐξήρπασε τῆς γραφῆς καὶ τοῦ δικαστοῦ τὴν θανατηφόρον ἐκώλυσε ψῆφον, οὐχ ὅσιον εἶναι φήσας τοῖς δι' αὐτοῦ γενομένοις ἐλέγχοις ἐπιτεθῆναι σφαγὴν ἀλλὰ μᾶλλον τὴν διὰ μετανοίας αὐτῷ σωτηρίαν χορηγηθῆναι. Ἀπόχρη μὲν οὖν καὶ ταῦτα τὴν τῆς παρασχεθείσης αὐτῷ θείας δυνάμεως δεῖξαι περιουσίαν· ἐγὼ δὲ ὅμως καὶ ἕτερα διηγήσομαι.