1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

19

διδασκάλου κορυφῆς ἀπαστράπτον καὶ τῶν θείων λογίων ὑποδεικνῦον τὴν τῶν γραμμάτων συνθήκην· καὶ γὰρ βιβλίον κατέχων ἐτύγχανε καὶ τὸν ἄσυλον θησαυρὸν ἐπεζήτει τοῦ θείου θελήματος. Τοῦτο δὲ θεασάμενος Εὐσέβιος ὁ θαυμάσιος δέους τε ἐνεπίμπλατο καὶ φρίκης μεστὸς ἐγίνετο καὶ τὴν κατακεχυμένην τοῦ θείου θεράποντος ἐδιδάσκετο χάριν καὶ τοῦ θεοῦ τὴν περὶ τοὺς δούλους ἐμάνθανεν εὔνοιαν. 3.7 Ἄλλοτε δὲ ἐν τῷ προαυλίῳ τοῦ μεγάλου προσευχο μένου Μαρκιανοῦ, δράκων τις ἀνερπύσας εἰς τὸν πρὸς ἕω τετραμμένον τοῖχον, ἄνωθεν τοῦ τοίχου διέκυψε κεχηνώς τε ἅμα καὶ βλοσυρὸν βλέπων, καὶ τὴν ἐπιβουλὴν σημαίνων. Πόρρω δὲ ἑστὼς ὁ Εὐσέβιος, καὶ τὸ φρικῶδες ἐκεῖνο θέαμα δείσας, καὶ τὸν διδάσκαλον ἀγνοεῖν ὑποτοπήσας, ὑπεδείκνυ βοῶν καὶ φυγεῖν ἀντιβολῶν. Ὁ δὲ ἐπιτιμήσας καὶ τὴν δειλίαν ἐκβαλεῖν κελεύσας-πάθος γὰρ εἶναι καὶ ταύτην ὀλέθριον-, τῷ μὲν δακτύλῳ τὸν σταυρὸν προετύπωσεν, ἐνεφύσησε δὲ τῷ στόματι καὶ τὴν παλαιὰν παρεδήλωσεν ἔχθραν. Ὁ δὲ καθάπερ τινι πυρὶ τῷ τοῦ στόματος πνεύματι αὐανθεὶς καὶ οἱονεὶ ἐμπρησθεὶς, καλάμης δίκην καταφλεχ θείσης εἰς πολλὰ διελύθη. 3.8 Ὅρα μοι τοίνυν εἰ μὴ τὸν δεσπότην ὡς εὔνους οἰκέτης μεμίμηται. Καὶ γὰρ ὁ δεσπότης, τῆς θαλάττης ἐπιμανείσης ποτὲ τῷ σκάφει τῶν μαθητῶν, ἀγωνιῶντας τούτους θεασά μενος, οὐ πρότερον τῆς θαλάττης τὴν ζάλην ἐστόρεσε πρὶν ἢ τῶν μαθητῶν ἐπιτιμήσει καταπαῦσαι τὴν ἀπιστίαν. Ἐντεῦθεν ὁ θαυμάσιος οὗτος ταῦτα πεπαιδευμένος, πρῶτον τοῦ φοιτητοῦ τὴν δειλίαν ἐξέβαλεν, εἶθ' οὕτω τὸ θηρίον τιμωρίᾳ παρέδωκεν. 3.9 Τοιαύτη τοῦ μεγάλου Μαρκιανοῦ καὶ ἡ σοφία καὶ ἡ θαυματουργία καὶ ἡ πρὸς τὸν θεὸν παρρησία· ἀλλ' ὅμως καὶ τοιαύτης χάριτος ἠξιωμένος καὶ θαυματουργεῖν μεγάλα δυνάμενος, κρύπτειν ἐσπούδαζε τὴν ἰσχὺν, τοῦ λωποδύτου τῆς ἀρετῆς τὰς μηχανὰς ὑφορώμενος· τὸ γὰρ τῆς ἀλαζονείας ὑποσπείρων πάθος, τοὺς πόνῳ συλλεγέντας καρποὺς λῃστεύειν ἐπιχειρεῖ. Καὶ κρύπτειν δὲ τὴν δεδομένην προθυμούμενος χάριν, ἄκων ἐθαυματούργει, τῆς τῶν κατορθωμάτων αἴγλης ἀπαστραπτούσης καὶ τὴν κεκρυμμένην δύναμιν παραγυ μνούσης. Καὶ δήποτε τοιόνδε συνέβη γενέσθαι. Ἀνήρ τις τῶν εὐπατριδῶν καὶ ἀρχὰς στρατιωτικὰς πολλάκις ἐγχειρισθείς, ἀπὸ Βεροίας τῆς Συρίας ὁρμώμενος, τῆς θυγατρὸς ἐπὶ χρόνῳ πολλῷ κορυβαντιώσης καὶ ὑπὸ πονηροῦ δαίμονος ἐνοχλουμένης καὶ λυττώσης, καταλαμ βάνει τὴν ἔρημον, συνήθης μὲν ὢν τοῦ μεγάλου Μαρκιανοῦ, συντεύξεσθαι δὲ αὐτῷ καὶ ἀντιβολήσειν διὰ τὴν προτέραν συνήθειαν προσδοκῶν. Ψευσθεὶς δὲ τῆς ἐλπίδος καὶ τῆς θέας διαμαρτὼν τοῦ θείου θεράποντος, ἱκετεύει τινὰ πρεσ βύτην ὃς κατ' ἐκεῖνο καιροῦ τὴν τοῦ θείου ἀνδρὸς διακονίαν ἐγκεχείριστο μικρὸν ληκύθιον ἐλαίου πλῆρες ὑποδέξασθαί τε καὶ παρ' αὐτὴν θεῖναι τοῦ οἰκιδίου τὴν θύραν. Ὁ δὲ πρεσβύτης, πολλάκις μὲν τὴν ἐγχείρησιν ἀρνηθείς, πολλάκις δὲ πάλιν παρακληθείς, ἥττων τῆς ἱκετείας ἐγένετο. Τοῦ δὲ κτύπου αἰσθόμενος ὁ μέγας Μαρκιανὸς ἐπυνθάνετο τίς τε εἴη καὶ τί δεόμενος ἥκοι. Ὁ δὲ τὴν μὲν ἀληθῆ πρόφασιν ἔκρυπτεν, ἐσκήπτετο δὲ ἀφῖχθαι ὡς μαθησόμενος μή τι κελεύοι· καὶ τοῦτο λέγων ἀπεπέμπετο. Ὑπὸ δὲ τὴν ἕω πάλιν τῆς κόρης ὁ πατὴρ ἱκέτευεν ἀποδοθῆναι αὑτῷ τὸ ληκύθιον· ὁ δὲ δεδιὼς μέν, ἀπῄει δ' ὅμως ἡσυχῇ ᾗ ἠδύνατο, καὶ τὴν χεῖρα προτείνας καὶ τὸ ληκύθιον λαβὼν ἐπειρᾶτο λανθάνειν. Ὁ δὲ πάλιν ἐπύθετο τί βουλόμενος ἥκοι. Ὡς δὲ τὴν αὐτὴν ἔφη πρόφασιν ἣν καὶ ἑσπέρας ἐδήλωσε, δυσχεράνας ὁ θεῖος ἀνήρ, ἅτε δὴ παρὰ τὸ εἰωθὸς γεγενημένην τοῦ πρεσβύτου τὴν ἄφιξιν, τἀληθῆ ἀπαγγέλλειν ἐκέλευεν. Ὁ δὲ δειμαίνων καὶ τρέμων καὶ κρύπτειν τὸν τῆς θείας χάριτος ἀνάπλεων οὐ δυνάμενος, τίς τε ἥκοι ἔλεγε, καὶ τοῦ πάθους τὴν