1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

71

μὲν τῶν ἄλλων ὑπερορᾶν, ἐκείνῳ δὲ προστετηκέναι ὃν φιλοῦσι καὶ στέργουσι καὶ τοῦτον καὶ νύκτωρ ὀνειροπολεῖν καὶ μεθ' ἡμέραν φαντάζεσθαι. ∆ιὰ τοῦτό μοι δυσχεραίνειν δοκεῖ, ἐν τῇ ποθουμένῃ μὲν θεωρίᾳ γιγνόμενος, ἐμπλησθῆναι δὲ τοῦ ἐπεράστου κωλυόμενος κάλλους. 21.35 Ταῦτα διηγηματικῶς οὐκ ἐγκωμιαστικῶς συνεγρά ψαμεν, κομιδῇ τῆς συντομίας φροντίσαντες ἵνα μὴ τῷ μήκει τοὺς ἐντυγχάνοντας ἀποκναίσωμεν. Εἰ δὲ καὶ ἐπιβιῴη τῷδε τῷ διηγήματι χρόνον, καὶ ἄλλα μυρία δήπουθεν κατορθώματα τοῖς προτέροις προσθήσει καὶ συγγράψουσι κἀκεῖνα ἕτεροι. Ἡμῖν γὰρ τῆς ἐντεῦθεν ἐκδημίας πόθος πολύς. Ὁ δὲ τῶν τῆς εὐσεβείας ἀθλητῶν ἀγωνοθέτης καὶ τούτῳ δοίη τέλος τῶν ἀγώνων ἐπάξιον καὶ τοῦ δρόμου τὸ λειπόμενον παράσχοι τῷ προτέρῳ συμβαῖνον ἵνα νικηφόρος καταλάβῃ τὴν νύσσαν· καὶ τὴν ἡμετέραν ἀσθένειαν ταῖς τούτου προσευχαῖς ὑπερείσειεν ὅπως ἀναρρωσθέντες τὰς πολλὰς ἡμῶν ἀναπαλαίσωμεν ἥττας καὶ μετὰ νίκης τὸν βίον ἐξέλθωμεν. 22.t ΘΑΛΑΣΣΙΟΣ Η ΛΙΜΝΑΙΟΣ 22.1 Τιλλίμα κώμη τίς ἐστι παρ' ἡμῖν, πάλαι μὲν τῆς Μαρκίωνος ἀσεβείας δεξαμένη τὰ σπέρματα, νῦν δὲ τῆς εὐαγγελικῆς ἀπολαύουσα γεωργίας. Ταύτης πρὸς μεσημβρίαν λόφος τίς ἐστιν οὔτε λίαν τραχὺς οὔτε μάλα προσάντης. Ἐν τούτῳ τὸ ἀσκητικὸν ἐδείματο καταγώγιον Θαλάσσιος ὁ θαυμάσιος, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κατακοσμηθεὶς ἀγαθοῖς, ἁπλότητι δὲ ἤθους καὶ πρᾳότητι καὶ φρονήματος μετριότητι τοὺς ἐπ' αὐτοῦ γε ἀνθρώπους ὑπερβαλλόμενος. Καὶ τοῦτο λέγω οὐκ ἀκοῇ μόνῃ πειθόμενος ἀλλὰ καὶ πείρᾳ χρησάμενος· κατέλαβον γὰρ τὸν ἄνδρα καὶ πολλάκις αὐτοῦ τῆς γλυκείας ἀπήλαυσα συνουσίας. 22.2 Εἰς τοῦδε χορὸν ἐτέλεσεν ὁ νῦν παρὰ πάντων ᾀδόμενος Λιμναῖος· καὶ κομιδῇ νέος τὴν παλαίστραν ἐκείνην κατα λαβὼν τὴν ἄκραν ταύτην ἐπαιδεύετο φιλοσοφίαν καλῶς. Καὶ πρῶτον μὲν τῆς γλώττης εἰδὼς τὸ εὐόλισθον, μειράκιον ὢν ἔτι σιγὴν ἐνομοθέτησε ταύτῃ καὶ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον μηδὲν πρὸς μηδένα φθεγγόμενος. Ἐπειδὴ δὲ ἀποχρώντως τῆς τοῦ θείου πρεσβύτου διδασκαλίας μετέ λαχε καὶ ἐκμαγεῖον ἑαυτὸν τῆς ἐκείνου γε ἀπέφηνεν ἀρετῆς, παρὰ τὸν μέγαν ἀφίκετο Μάρωνα οὗ καὶ πρόσθεν ἐμνήσθημεν. Ἀφίκετο δὲ κατὰ τὸν αὐτὸν χρόνον καθ' ὃν καὶ ὁ θεῖος Ἰάκωβος· πολλὴν δὲ κἀντεῦθεν πάλιν ὠφέλειαν τρυγήσας καὶ τὸν ὕπαιθρον βίον ζηλώσας κορυφὴν ἑτέραν κατέλαβε κώμης τινὸς ὑπερκειμένην ἣν ὀνομάζουσι Τάργαλλαν. 22.3 Ἐν ταύτῃ μέχρι καὶ τήμερον διετέλεσεν, οὐκ οἰκίσκον ἔχων, οὐ σκηνήν, οὐ καλύβην, ἀλλὰ γυμνῷ θριγκίῳ περι ειργόμενος ἐκ λίθων ᾠκοδομημένῳ οὐδὲ πηλῷ συνηρμοσμένῳ. Θύραν δὲ σμικράν τινα ἔχει πηλῷ διηνεκῶς κεχρισμένην ἣν οὔ ποτε μὲν ἀνοίγνυσι τῶν ἄλλων ἀφικνουμένων, ἐμοὶ δὲ μόνῳ παραγινομένῳ τοῦτο ποιεῖν ἐπιτρέπει. Τούτου χάριν συναγείρονται πάμπολλοι πάντοθεν, τῆς ἐμῆς ἀφίξεως αἰσθόμενοι, κοινωνῆσαί μοι τῆς εἰσόδου ποθοῦντες. Τοῖς δὲ ἄλλοτέ ποτε πρὸς αὐτὸν φοιτῶσι διὰ σμικρᾶς τινος θυρίδος διαλεγόμενος, μεταδίδωσι τῆς εὐλογίας πλείστοις διὰ ταύτης ὑγίειαν δωρούμενος· τῷ γὰρ τοῦ σωτῆρος ἡμῶν ὀνόματι κεχρημένος, καὶ νόσους παύει καὶ δαίμονας ἐξελαύνει καὶ τὴν ἀποστολικὴν μιμεῖται θαυματουργίαν. 22.4 Οὐ μόνον δὲ τοῖς ὡς αὐτὸν ἀφικνουμένοις ἀναβλύζει τὴν ἴασιν, ἀλλὰ καὶ τῷ οἰκείῳ ταύτην πολλάκις προσενήνοχε σώματι. Ἐπανέστη γὰρ αὐτῷ πάλαι ποτὲ τοῦ κόλου τὸ πάθος. Τὰς δὲ ἐντεῦθεν γιγνομένας ὀδύνας καὶ ἀλγηδόνας ἴσασι μὲν ἀκριβῶς