1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

7

προσωπεῖον μεταβληθέν, κατα λαμβάνουσι μὲν τὸν μέγαν Ἰάκωβον, ποτνιώμενοι δέ, καὶ τῶν ποδῶν προκαλινδούμενοι, καὶ τοῦ τολμηθέντος δράματος αἰτίαν εἶναι λέγοντες τὴν πενίαν, ἱκέτευον λῦσαι σφίσιν αὐτοῖς τὴν πλημμέλειαν καὶ ἀποδοῦναι τῷ κειμένῳ τὴν ἀφαιρεθεῖσαν ψυχήν. Τὴν δεσποτικὴν τοίνυν φιλανθρωπίαν μιμούμενος, καὶ τὴν ἱκετείαν ἐδέξατο, καὶ τὴν θαυματουργίαν ἐπεδείξατο, τὴν ὑπὸ τῆς εὐχῆς ἀφαιρεθεῖσαν ζωὴν διὰ τῆς εὐχῆς ἀποδοὺς τῷ κειμένῳ. 1.9 Τοῦτο δὲ ἐμοίγε δοκεῖ τῇ τοῦ μεγάλου Πέτρου ἐοικέναι θαυματουργίᾳ, ὃς τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν κεκλοφότας καὶ ψευσαμένους θανάτῳ παρέπεμψεν. Καὶ γὰρ οὗτος ὡσαύτως τὸν τὴν ἀλήθειαν κεκλοφότα, καὶ τῷ ψεύδει χρησάμενον ἀφείλετο τὴν ζωήν. Ἀλλ' ὁ μὲν γνοὺς τὴν κλοπήν-ἀπεκάλυψε γὰρ ἡ τοῦ πνεύματος χάρις- τὴν δίκην ἐπήγαγεν· ὁ δὲ τοῦ δράματος ἀγνοῶν τὴν ὑπόθεσιν, προσήνεγκε μὲν τὴν εὐχήν, ἔστησε δὲ τῷ πλα σαμένῳ τοῦ βίου τὸν δρόμον. Καὶ ὁ μὲν θεῖος ἀπόστολος οὐκ ἔλυσε τοῖς τεθνηκόσι τὴν συμφοράν· δέους γὰρ ἔχρῃζε τοῦ σωτηρίου κηρύγματος τὰ προοίμια· ὁ δὲ τῆς ἀποστο λικῆς ὑπάρχων ἀνάπλεως χάριτος καὶ ἐκόλασεν εἰς καιρὸν καὶ ἔλυσε ταχέως τὴν κόλασιν· τούτῳ γὰρ ᾔδει κερδανοῦντας τοὺς πταίσαντας. Ἀλλὰ γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἰτέον καὶ συντόμως κἀκεῖνα ἐξηγητέον. 1.10 Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος βλασφημίας πατὴρ καὶ δημιουρ γός, κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκώς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεύς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ -κατ' ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐρριμμένους εἰς ὕψος ἀνήγειρεν-, ἐπειδὴ τοίνυν οὗτος πάντας τῶν ἐκκλησιῶν τοὺς προέδρους κατ' ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος-τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις. Ἐν τοίνυν τῇ μεγάλῃ συνόδῳ πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων-ἦσαν γὰρ ὀλίγοι τινὲς οἳ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάρρουν ἀσέβειαν, ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωρίμοις, τοῖς δὲ ἀκριβέσι τῆς ἀληθείας μύσταις καὶ μάλα δήλοις-, ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπὶ τοῦ πάροντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως ὁμολογία, ὑπεσημήναντο δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν καὶ φρονεῖν ὡμολόγησαν· ἀλλ' οἱ πλείους μὲν ἄσμενοι τοῦτο ἐποίουν, ἑπτὰ δέ τινες τῆς Ἀρείου βλασφημίας συνήγοροι τῇ μὲν γλώττῃ καὶ τῇ χειρὶ συνωμολόγησαν, ἀντιφθεγγο μένην δὲ τῇ γλώττῃ τὴν γνώμην ἐπέκτηντο κατὰ τὴν προφητείαν τὴν λέγουσαν· "Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἀπέχει ἀπ' ἐμοῦ" καὶ κατὰ τὴν Ἱερεμίου φωνὴν τὴν διαρ ρήδην βοῶσαν· "Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν". Σύμφωνα δὲ τούτοις περὶ τούτων καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο." Καὶ πάλιν· "Ἠπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσι βολίδες." Οὗτοι τῆς Ἀλεξανδρέων ἐπίσκοπον τὸν μέγαν Ἀλέξανδρον παρεκάλουν οἰκτεῖραι τὸν Ἄρειον ὑπὸ πάσης ἐκείνης ἀποκηρυχθέντα τῆς φάλαγγος· τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν, ἄλλοι τινὲς τῶν ἁπλότητι συνεζηκότων πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων θεόν. Ἐπειδὴ δὲ ὁ μέγας Ἀλέξανδρος τὴν ἄδικον περὶ ἕνα φιλανθρωπίαν ἀπανθρωπίαν ὠνόμαζε, πολλῶν οὖσαν λυμαντικήν, καὶ λώβης