1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

73

ἀμυγδάλην παρ' αὐτὴν ἐφύτευσε τὴν στιβάδα, εἶτα τῷ χρόνῳ δένδρον γενομένη σκιάν τε αὐτῷ παρεῖχε καὶ τὴν ὄψιν εἱστία, ἀποτμηθῆναι ἐκέλευσεν, ἵνα μηδεμιᾶς ἐκεῖθεν ἀπολαύοι ψυχαγωγίας. 23.2 Τοῦτον ἠσπάσατο τὸν βίον καὶ Μωϋσῆς, ἐν ὑψηλῇ τινι κορυφῇ Ῥαμᾶς ὑπερκειμένῃ τῆς κώμης ἀγωνιζόμενος, καὶ Ἀντίοχος, ἀνὴρ πρεσβύτης ἐν ἐρημοτάτῳ ὄρει τὸ θριγκίον δειμάμενος, καὶ Ἀντωνῖνος ἐν γεγηρακότι σώματι τοῖς νέοις παραπλησίως ἀγωνιζόμενος. Καί ἐστιν αὐτοῖς ἐσθὴς ἡ αὐτὴ καὶ τροφὴ καὶ στάσις καὶ προσευχὴ καὶ παννύχιοι πόνοι καὶ πανημέριοι· καὶ οὔτε χρόνου μῆκος, οὐ γῆρας, οὐκ ἀσθένεια φύσεως ἐλέγχει τὴν καρτερίαν, ἀλλ' ἀκμάζοντα ἐν ἑαυτοῖς ἔχουσι τὸν ἔρωτα τοῦ πονεῖν. Καὶ ἄλλους δὲ πλείστους ἀγωνιστὰς ἐν τοῖς ἡμετέροις ὄρεσι καὶ πεδίοις ὁ τῆς ἀρετῆς ἀγωνοθέτης ἔχει θεὸς οὓς καὶ ἀριθμῆσαι μόνον οὐκ εὐπετές, μή τί γε δὴ τὸν ἑκάστου βίον συγγράψαι. Ἀρκοῦσαν τοίνυν καὶ ἐκ τούτων ὠφέλειαν τοῖς κερδαίνειν βουλομένοις προτεθηκότες, ἐφ' ἕτερον εἶδος διηγήσεως τρέψομαι καὶ τῆς τούτων εὐλογίας μεταλαχεῖν ἀξιῶν. 24.t ΖΕΒΙΝΑΣ Η ΠΟΛΥΧΡΟΝΙΟΣ 24.1 Ζεβινᾶν ᾄδουσι μέχρι καὶ τήμερον οἱ τῆς ἐκείνου θέας ἠξιωμένοι. Φασὶ δὲ αὐτὸν εἰς γῆρας ἐλάσαντα βαθὺ καὶ τοῖς αὐτοῖς πόνοις μέχρις αὐτῆς χρησάμενον τῆς τελευτῆς μηδὲν τῶν τῆς νεότητος ἀμεῖψαι τῷ βαρυτάτῳ βιαζόμενον γήρᾳ. Ἐπλεονέκτει δέ, ὡς ἔφασαν, τοὺς ἐπ' αὐτοῦ πάντας ἀνθρώπους τῇ τῆς προσευχῆς προσεδρείᾳ. Ἐν ταύτῃ γὰρ διημερεύων τε καὶ διανυκτερεύων οὐ μόνον οὐκ ἐλάμβανε κόρον, ἀλλὰ καὶ θερμότερον τὸν πόθον εἰργά ζετο. Καὶ τοῖς πρὸς αὐτὸν δέ γε ἀφικνουμένοις ὀλίγα ἄττα διαλεγόμενος κατάγειν ἐκ τῶν οὐρανῶν οὐκ ἠνείχετο τὴν διάνοιαν, ἀλλ' εὐθὺς ἐκείνων ἀπαλλαττόμενος, ὡς μηδὲ πρὸς βραχὺ χωρισθεὶς τοῦ τῶν ὅλων θεοῦ, πάλιν τὴν ἱκετείαν προσέφερεν. Ἐπειδὴ δὲ τὴν διηνεκῆ στάσιν τὸ γῆρας ἀλύπως φέρειν οὐκ εἴα, ἔρεισμα τούτῳ τὴν βακτηρίαν προσέφερε καὶ ταύτῃ προσκλινόμενος καὶ ὕμνει τὸν δεσπότην καὶ ηὔχετο. 24.2 Φιλοξενίᾳ δὲ πρὸς τοῖς ἄλλοις κοσμούμενος ἀγαθοῖς μένειν τὴν ἑσπέραν πολλοὺς τῶν ὡς αὐτὸν ἀφικνουμένων ἐκέλευεν. Οἱ δὲ τὴν παννύχιον αὐτοῦ δειμαίνοντες στάσιν, ἀσχολίας τινὰς σκηπτόμενοι, τῶν πόνων ἐκείνων σφᾶς αὐτοὺς ὑπεξῆγον. Τοῦτον καὶ ὁ μέγας ἐκεῖνος ὑπερηγάσθη Μάρων καὶ τοῖς φοιτῶσι πρὸς αὐτὸν ἅπασι παρηγγύα τρέχειν καὶ τοῦ πρεσβύτου τὴν εὐλογίαν τρυγᾶν, πατέρα καὶ διδάσκαλον ὀνομάζων καὶ πάσης ἀρχέτυπον ἀποκαλῶν ἀρετῆς. Καὶ τούτῳ κοινωνῆσαι καὶ ταφῆς παρεκάλεσεν· ἀλλ' οὐκ εἴασαν οἱ τὸ ἱερὸν ἐκεῖνο σῶμα διαρπάσαντες καὶ εἰς τὸ προειρημένον χωρίον ἀποκομίσαντες. Ὁ δὲ θεσπέσιος Ζεβινᾶς προτελευτήσας εἰς τὴν πελά ζουσαν αὐτῷ κώμην-Κίττικα δὲ αὕτη καλεῖται-τῶν νομιζομένων ἀπέλαυσε· καὶ σηκὸν δὲ τῇ θήκῃ μέγιστον ᾠκοδόμησαν. Ἴασιν γὰρ ἀναβλύζει τοῖς μετὰ πίστεως προσιοῦσι παντοδαπήν. Ἔχει δὲ νῦν καὶ μάρτυρας ὁμορόφους παρὰ Πέρσαις μὲν ἠγωνισμένους, ἐτησίοις δὲ πανηγύρεσι παρ' ἡμῖν τιμωμένους. 24.3 Τῆς τούτου διδασκαλίας ὁ μέγας ἀπέλαυσε Πολυχρό νιος. Καὶ ὁ θειότατος Ἰάκωβος τοῦτον ἔφη πρῶτον τρίχινον αὐτῷ δεδωκέναι χιτῶνα. Ἐγὼ δὲ ἐκεῖνον μὴ θεασάμενος πώποτε-πρὸ γὰρ τῆς ἐμῆς ἀφίξεως τοῦ βίου κατειλήφει τὸ τέρμα-, ἐν Πολυχρονίῳ τούτῳ τῷ πάνυ τὴν τοῦ θείου Ζεβινᾶ φιλοσοφίαν ὁρῶ. Οὐ γὰρ οὕτως ὁ κηρὸς τῶν δακτυλίων τοὺς τύπους ἐκμάττεται ὡς οὗτος ἐκείνου περιφέρει τοὺς χαρακτῆρας. Καὶ τοῦτο οἶδα σαφῶς, τὰ περὶ ἐκείνου διηγήματα τοῖς ὑπὸ τούτου γιγνομένοις παρα τιθείς. Ὁμοίως γὰρ τῷ θείῳ πυρπολεῖται πόθῳ καὶ τῶν γηΐνων ἐστὶν