1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

77

ψυχῆς αὔλαξι ταῦτα καλῶς κατακρύψας εἰς τὸν πελάζοντα τῶν ἁγίων μαρτύρων ἔφη δεδραμηκέναι σηκόν. Ἐν τούτῳ δὲ τῇ γῇ τὰ γόνατα καὶ τὸ μέτωπον προσερεῖσαί τε καὶ ἱκετεῦσαι τὸν πάντας ἀνθρώπους σῴζειν ἐθέλοντα ποδηγῆσαι αὐτὸν πρὸς τὴν τελείαν τῆς εὐσεβείας ὁδόν. Ἐπὶ πολὺ δὲ τοῦτον διατρίψαντι τὸν τρόπον ὕπνον μὲν αὐτῷ προσγενέσθαι τινὰ γλυκύν, ὄναρ δὲ τοιόνδε θεάσασθαι· "Ὀρύττειν, φησίν, ἐδόκουν θεμέλια, εἶτά τινος ἑστῶτος ἀκούειν, ὡς ἔτι με βαθύνειν τὸ ὄρυγμα δεῖ. Προστεθεικὼς τοίνυν ὡς ἐκέλευσε βάθος πάλιν ἐπειρώμην διαναπαύεσθαι. Ἀλλὰ καὶ αὖθίς μοι ὀρύττειν προσέταττε καὶ μὴ λήγειν τοῦ πόνου. Τρὶς δέ μοι τοῦτο καὶ τετράκις ποιῆσαι παρεγγυήσας τέλος ἀποχρώντως ἔχειν ἔφη τὸ βάθος καὶ οἰκοδομεῖν ἀπόνως ἐκέλευσε τὸ λοιπὸν ὡς τοῦ πόνου λωφήσαντος καὶ τῆς οἰκοδομίας ἐσομένης ἀπόνως". Ταύτῃ τῇ προρρήσει τὰ πράγματα μαρτυρεῖ· πέρα γὰρ τῆς φύσεως τὰ γιγνόμενα. 26.4 Ἐκεῖθεν ἀναστὰς ἀσκητῶν τινων γειτονευόντων κατέ λαβε καταγώγιον. ∆ύο δὲ αὐτοῖς συνδιαγαγὼν ἔτη καὶ τῆς τελειοτέρας ἀρετῆς ἐρασθεὶς Τελεδὰν ἐκείνην τὴν κώμην κατέλαβεν, ἧς καὶ πρόσθεν ἐμνήσθημεν, παρ' ἣν οἱ μεγάλοι καὶ θεῖοι ἄνδρες Ἀμμιανὸς καὶ Εὐσέβιος τὴν ἀσκητικὴν παλαίστραν ἐπήξαντο· ἀλλ' οὐκ εἰς ταύτην ὁ θεσπέσιος Συμεώνης ἀφίκετο, ἀλλ' εἰς τὴν ἑτέραν τὴν ἐκ ταύτης βλαστήσασαν. Εὐσεβωνᾶς γὰρ καὶ Ἀβιβίων τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας ἱκανῶς ἀπολαύσαντες τόδε τὸ τῆς φιλοσοφίας ᾠκοδομήσαντο φροντιστήριον. Ὁμογνώμονες δὲ διὰ βίου καὶ ὁμότροποι γεγονότες καὶ οἱονεὶ μίαν ψυχὴν ἐν δύο σώμασιν ἐπιδείξαντες πολλοὺς ἔσχον τοῦ βίου συνεραστάς. Τούτων δὲ μετ' εὐκλείας ὑπεξελθόντων τὸν βίον, Ἡλιόδωρος ὁ θαυμάσιος τὴν τῶν συνοίκων ἡγεμονίαν ἐδέξατο, ὃς πέντε καὶ ἑξήκοντα ἔτη διαβιώσας δύο καὶ ἑξήκοντα ἔνδον καθειργμένος διετέλεσεν ἔτη· τρία γὰρ ἔτη παρὰ τοῖς γεγεννηκόσι τραφεὶς εἰς τὴν ἀγέλην εἰσελήλυθε ταύτην, οὐδὲν τῶν ἐν τῷ βίῳ γιγνομένων θεασάμενος πώποτε. Ἔφασκε δὲ μηδὲ αὐτὸ εἰδέναι τῶν χοίρων ἢ τῶν ἀλεκτρυόνων ἢ τῶν ἄλλων τῶν τοιούτων τὸ εἶδος. Τούτου κἀγὼ πολλάκις τῆς θέας ἀπέλαυσα καὶ τῶν τρόπων ἐθαύμασα τὴν ἁπλότητα καὶ ὑπερηγάσθην μάλα τὴν τῆς ψυχῆς καθαρότητα. 26.5 Πρὸς τοῦτον ἀφικόμενος ὁ πένταθλος οὗτος τῆς εὐσεβείας ἀγωνιστὴς δέκα μὲν διετέλεσεν ἀγωνιζόμενος ἔτη· ὀγδοήκοντα δὲ συναγωνιστὰς ἔχων, ὑπερηκόντισεν ἅπαντας· καὶ τῶν ἄλλων διὰ δύο ἡμερῶν ἀπολαυόντων τροφῆς, πᾶσαν αὐτὸς ἄσιτος τὴν ἑβδομάδα διέμενε, δυσα νασχετούντων μὲν τῶν προστατευόντων καὶ ζυγομαχούντων ἀεὶ καὶ ἀταξίαν τὸ πρᾶγμα καλούντων, οὐ πειθόντων δὲ τοῖς λεγομένοις οὐδὲ χαλινοῦν δυναμένων τὴν προθυμίαν. Ἤκουσα δὲ αὐτοῦ ἐκείνου διηγουμένου καὶ τοῦ νῦν τῆς αὐτῆς ἀγέλης ἡγεμονεύοντος ὡς σχοῖνόν ποτε ἀπὸ φοινίκων κατεσκευασμένην λαβών-τραχυτάτη δὲ αὕτη λίαν καὶ χερσὶ προσψαυούσαις-, ταύτῃ διέζωσε τὴν ὀσφύν, οὐκ ἔξωθεν περιθείς, ἀλλ' αὐτῷ προσφύσας τῷ δέρματι· καὶ οὕτω λίαν συνέσφιγξεν ὡς ἅπαν ἐκεῖνο ἐν κύκλῳ τὸ μέρος ἑλκῶσαι, ᾧ περιέκειτο. Ὡς δὲ πλείους ἢ δέκα ἡμέρας τοῦτον διετέλεσε τὸν τρόπον καὶ τὸ ἕλκος χαλεπώτερον γιγνόμενον αἵματος ἠφίει σταγόνας, ἤρετό τις αὐτὸν θεασάμενος τίς ἡ αἰτία τοῦ αἵματος. Τοῦ δὲ μηδὲν ἔχειν ἀνιαρὸν λέγοντος, βιασάμενος ὁ συναγωνιστὴς καὶ τὴν χεῖρα ἐνέβαλε καὶ τὴν αἰτίαν κατέμαθε καὶ ταύτην τῷ προστατεύοντι κατεμήνυσεν. Αὐτίκα τοίνυν καὶ ἐπιτιμῶν καὶ παρακαλῶν καὶ τοῦ πράγματος τὴν ὠμότητα διαβάλλων μόλις ἐκεῖνον διέλυσε τὸν δεσμόν. Ἀλλ' οὐδ' οὕτως ἔπεισε θεραπείαν τινὰ ἐκείνῳ τῷ ἕλκει προσενεγκεῖν. Καὶ ἄλλα δὲ τοιαῦτα δρῶντα ὁρῶντες ἀναχωρεῖν τῆς παλαίστρας ἐκείνης ἐκέλευον, ὡς ἂν μὴ τοῖς ἀσθενέστερον τὸ σῶμα διακειμένοις