1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

96

μὲν γὰρ τοῦ θεοῦ τῶν ὅλων ὁ μακάριος λέγει Παῦλος· "Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ, σοφῷ θεῷ"· περὶ δὲ τοῦ μονογενοῦς φησι· "Χριστός, θεοῦ δύναμις καὶ θεοῦ σοφία". Καὶ πάλιν· "Ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις." Ὁ τοίνυν τῷ ὄντι φιλόσοφος καὶ φιλόθεος ἂν εἰκότως καλοῖτο. Ὁ δὲ φιλόθεος τῶν ἄλλων ἁπάντων ὑπερφρονῶν καὶ τὸν ἐρώμενον μόνον ὁρῶν, πάντων ὁμοῦ τὴν ἐκείνου προτίθησι θεραπείαν, ἐκεῖνα μόνα καὶ λέγων καὶ πράττων καὶ λογιζόμενος ἃ τὸν ἀγαπώμενον ἀρέσκει καὶ θεραπεύει, καὶ μυσαττόμενος ἅπαντα ὅσα ἐκεῖνος ἀπαγορεύει. 31.16 Ταύτης Ἀδὰμ τῆς ἀγάπης ὀλιγωρήσας, καὶ περὶ τὸν εὐεργέτην ἀγνώμων γενόμενος, ἀκάνθας καὶ πόνους καὶ ταλαιπωρίας ἐδρέψατο τῆς ἀχαριστίας μισθόν. Ταύτην Ἄβελ τῷ χορηγῷ τῶν ἀγαθῶν βεβαίαν διαφυλάξας, καὶ τῶν μὲν τῆς γαστρὸς ἡδονῶν καταφρονήσας, τὴν δὲ τοῦ θεοῦ προελόμενος θεραπείαν, τοῖς ἀκηρατοῖς κατεκοσμήθη στεφάνοις, καὶ διὰ πάσης γενεᾶς ὁδεύει, τὴν εὐφημίαν διὰ τῆς μνήμης καρπούμενος. Ταύτην Ἐνὼχ ἀληθῆ καὶ γνησίαν κτησάμενος, καὶ ἔσπειρε καλῶς, καὶ ἐθέρισεν ἄμεινον, καὶ τῆς τοῦ θεοῦ θεραπείας μισθὸν ἐκομίσατο τὴν μετάθεσιν, καὶ τὴν ἀθάνατον τέως ζωήν, καὶ τὴν διὰ τοῦ βίου παντὸς εὐκλεᾶ καὶ ἀοίδιμον μνήμην. Τί ἄν τις εἴποι περὶ τῆς τοῦ Νῶε φιλοθεΐας, ἣν οὐδὲ τῶν παρανόμων διήλεγξεν ἡ φορά; Ἀλλὰ πάντων ἐκκλινάντων, καὶ τὴν ἐναντίαν προελομένων, μόνος τὴν εὐθεῖαν ὥδευσε, πάντων ὁμοῦ τὸν ποιητὴν προτιθείς· οὗ χάριν, καὶ μόνος μετὰ τῶν παίδων τῆς σωτηρίας τετύχηκε, καὶ σπέρμα κατε λείφθη τῇ φύσει, καὶ σπινθὴρ ἐφυλάχθη τῷ γένει. Οὕτω Μελχισεδὲκ ὁ μέγας ἀρχιερεύς, τῶν τὰ εἴδωλα σέβειν προελομένων τὴν ἄνοιαν βδελυξάμενος, τῷ ποιητῇ τῶν ὅλων τὴν οἰκείαν ἱερωσύνην ἀνέθηκεν· οὗ χάριν, τὸν μέγαν ἐκεῖνον μισθὸν ἐκομίσατο, τύπος γενόμενος καὶ σκιὰ τοῦ κατὰ ἀλήθειαν ἀπάτορος καὶ ἀμήτορος καὶ ἀγενεαλογήτου, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχοντος. 31.17 Ἀλλὰ γὰρ ὁδῷ βαδίζων ὁ λόγος πρὸς αὐτὸν ἀφίκετο τὸν χρηματίσαντα τοῦ θεοῦ φίλον, τὸν ἀκριβῶς τῆς φιλίας τοὺς νόμους καὶ φυλάξαντα καὶ διδάξαντα. Τίς γὰρ ἀγνοεῖ τῶν οὕτω πως τὰ θεῖα πεπαιδευμένων, ὅπως ὑπήκουσεν Ἀβραὰμ ὁ μέγας πατριάρχης καλέσαντι τῷ θεῷ, ὅπως τὴν πατρῴαν κατέλιπεν οἰκίαν, καὶ τῆς πατρίδος τὴν ξένην προείλετο; Ἐπειδήπερ ἅπαξ ἠράσθη τοῦ κεκληκότος, καὶ τὰ ἄλλα πάντα δεύτερα τῆς ἐκείνου φιλίας ἐδοκίμασε θέσθαι, καὶ πολλαῖς πολλάκις δυσκολίαις περιπεσών, οὐ κατέλιπε τὸν ἐρώμενον, ὡς ταῖς ἐπαγγελίαις οὐκ ἐπιθέντα τὸ πέρας· ἀλλὰ καὶ δίψει πιεζόμενος, καὶ πιεῖν ὕδωρ ἀφ' ὧν ὤρυξε φρεάτων εἰργόμενος, οὔτε κατὰ τοῦ καλέ σαντος ἐδυσχέρανεν, οὔτε τοὺς ἀδικοῦντας ἠμύνατο. Ἐδέξατο καὶ λιμοῦ προσβολήν, καὶ οὐκ ἔσβεσε τὸν τῆς ἀγάπης πυρσόν· ἀφῃρέθη καὶ τὴν ὁμόζυγα, καὶ ὥρᾳ λάμπουσαν, καὶ σωφροσύνῃ κοσμουμένην, καὶ διὰ πάντων αὐτῷ θυμήρη τὸν βίον παρέχουσαν· καὶ οὐ συναφῃρέθη τὴν περὶ τὸν θεὸν ἀγάπην τῇ γυναικί. Ἀλλὰ καὶ ἐπαμύνοντος τοῦ θεοῦ, καὶ τῇ μακροθυμίᾳ γυμνάζοντος, καὶ συγχωροῦντος δέχεσθαι τῆς ἀδικίας τὰς προσβολάς, ὁμοίως διέμεινεν ἀγαπῶν. Καὶ πρεσβύτης ἐγένετο, καὶ πατὴρ οὐκ ἐγένετο, καὶ περὶ αὐτὸν πατέρα ποιήσειν ἐπαγγειλάμενον μέν, οὐ πεποιηκότα δὲ τέως, ὁμοίως διέκειτο. Ἐπειδὴ δὲ ὀψέ ποτε καὶ τὴν ἐπαγγελίαν ἔλαβε, καὶ τῆς Σάρρας τὴν φύσιν ἐνίκησε, καὶ τοῦ γήρους ὑπερέβη τοὺς ὅρους, καὶ τοῦ Ἰσαὰκ ἀπεφάνθη πατήρ, ὀλίγον μὲν χρόνον τῆς ἐντεῦθεν θυμηδίας ἀπήλαυσε· μειράκιον δὲ τὸ παιδίον γενόμενον προσενεγκεῖν εἰς θυσίαν προσετάχθη τῷ δεδωκότι, καὶ τὸ δῶρον ἀντιδοῦναι τῷ χορηγῷ, καὶ ἱερεὺς γενέσθαι τοῦ τῆς ἐπαγγελίας καρποῦ, καὶ προσαγαγεῖν εἰς θυσίαν τῶν ἐθνῶν τὴν μεγάλην πηγήν, καὶ αἵματι μονογενοῦς παιδὸς καταφοινίξαι τὰς χεῖρας.