1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

81

ἅπαντας. Τοιαύτην ὁ ὑπὸ τῶν φιλο σκωμμόνων σκωπτόμενος κίων ὠφέλειαν ἀνέβλυσε καὶ τοσαύτην ἀκτῖνα θεογνωσίας εἰς τὰς τῶν βαρβάρων διανοίας κατέπεμψεν. 26.15 Οἶδα δὲ καὶ ἄλλο ὑπὸ τούτων τοιόνδε γεγενημένον. Ἱκέτευε μία φυλὴ τὸν θεῖον ἄνθρωπον εὐχήν τινα καὶ εὐλογίαν ἐκπέμψαι τῷ σφετέρῳ φυλάρχῳ· ἄλλη δὲ παροῦσα φυλὴ ἀντέλεγε, μὴ δεῖν ἐκείνῳ τὴν εὐλογίαν ἐκπεμφθῆναι λέγουσα, ἀλλὰ τῷ ἑαυτῆς ἡγεμόνι· τὸν μὲν γὰρ ἀδικώτατον εἶναι, τὸν δὲ ἀδικίας ἀλλότριον. Μακρᾶς δὲ φιλονεικίας γενομένης καὶ διαμάχης βαρβαρικῆς, τὸ τελευταῖον κατ' ἀλλή λων ἐχώρησαν. Ἐγὼ δὲ πολλοῖς χρησάμενος λόγοις ἡσυχίαν ἔχειν παρῄνουν, ὡς ἀποχρῶντος τοῦ θείου ἀνδρὸς καὶ τούτῳ κἀκείνῳ μεταδοῦναι τῆς εὐλογίας. Ἀλλὰ καὶ οὗτοι ἔλεγον μὴ δεῖν ἐκεῖνον ταύτης τυχεῖν, κἀκεῖνοι ταύτης ἀποστερεῖν ἐπειρῶντο τὸν ἕτερον. Ἀπειλήσας δὲ αὐτοῖς ἄνωθεν καὶ κύνας καλέσας μόγις τὴν φιλονεικίαν κατέσβεσε. Ταῦτα δὲ ἔφην ἐπιδεῖξαι αὐτῶν τῆς διανοίας ἐθελήσας τὴν πίστιν. Οὐ γὰρ ἂν οὕτω κατ' ἀλλήλων ἐμάνησαν, εἰ μὴ μεγίστην ἔχειν δύναμιν τοῦ θεσπεσίου ἀνθρώπου τὴν εὐλογίαν ἐπίστευον. 26.16 Εἶδον δὲ καὶ ἄλλοτε θαῦμα γεγενημένον ἀοίδιμον. Εἰσελθὼν γάρ τις- Σαρακηνῶν δὲ καὶ οὗτος φύλαρχος ἦν-τὴν θείαν ἱκέτευσε κεφαλὴν ἐπαμῦναι ἀνδρὶ κατὰ τὴν ὁδὸν παρεθέντι τὰ μέλη τοῦ σώματος. Ἔλεγε δὲ τοῦτο κατὰ τὴν Καλλίνικον- φρούριον δὲ αὕτη μέγιστον- ὑπομεμενηκέναι τὸ πάθος. Κομισθέντα τοίνυν εἰς μέσον ἀρνηθῆναι ἐκέλευσε τὴν τῶν προγόνων ἀσέβειαν. Ἐπειδὴ δὲ ἀσμένως ὑπήκουσέ τε καὶ τὸ κελευσθὲν ἐξεπλήρωσεν, ἤρετο εἰ πιστεύοι τῷ πατρὶ καὶ τῷ μονογενεῖ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι. Τοῦ δὲ πιστεύειν ὁμολογήσαντος· "Ταύταις, ἔφη, ταῖς προσηγορίαις πιστεύων ἀνάστηθι". Ὡς δὲ ἀνέστη, προσέταξεν ἐπ' ὤμων φέρειν τὸν φύλαρχον μέχρις αὐτῆς τῆς σκηνῆς-μέγιστον δὲ εἶχε τὸ σῶμα- καὶ ὁ μὲν λαβὼν παραυτίκα ᾤχετο, οἱ δὲ παρόντες εἰς ὑμνῳδίαν τοῦ θεοῦ τὰς γλώττας ἐκίνησαν. 26.17 Τοῦτο δὲ προσέταξε τὸν δεσπότην μιμούμενος, ὃς τῷ παραλύτῳ φέρειν τὴν κλίνην ἐκέλευσεν. Ἀλλὰ μηδεὶς τυραννίδα καλείτω τὴν μίμησιν. Αὐτοῦ γάρ ἐστι φωνή· "Ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει." Καὶ ταύτης δὲ τῆς ἐπαγγελίας τὸ τέλος ἐθεασάμεθα. Τῆς γὰρ τοῦ κυρίου σκιᾶς οὐδαμοῦ θαῦμα ἐργασαμένης ἡ τοῦ μεγάλου Πέτρου σκιὰ καὶ θάνατον ἔλυσε καὶ νόσους ἐξήλασε καὶ δαίμονας ἐφυγάδευσεν. Ἀλλ' ὁ δεσπότης καὶ ταῦτα διὰ τῶν δούλων ἐνήργει τὰ θαύματα, καὶ νῦν δὲ ὡσαύτως τῇ τούτου κεχρη μένος προσηγορίᾳ τὰ μυρία ὁ θεῖος Συμεώνης ἐργάζεται θαύματα. 26.18 Συνέβη γὰρ καὶ ἕτερον θαῦμα γενέσθαι ὑπὸ τούτου τοῦ προτέρου μηδαμῶς ἐλαττούμενον. Τῶν γὰρ εἰς τὸ σωτήριον ὄνομα τοῦ δεσπότου Χριστοῦ πεπιστευκότων τις Ἰσμαηλίτης οὐκ ἄσημος εὐχὴν ἐποιήσατο πρὸς τὸν θεὸν ὑπ' αὐτῷ μάρτυρι καὶ ὑπόσχεσιν. Ἡ δὲ ὑπόσχεσις ἦν πάσης ἀφέξεσθαι τοῦ λοιποῦ μέχρι τέλους ἐμψύχου τροφῆς. Ταύτην οὐκ οἶδ' ὅπως χρόνῳ τινὶ τὴν ἐπαγγελίαν παραδραμών, ὄρνιν καταθύσας ἐσθίειν ἐτόλμησε. Τοῦ δὲ θεοῦ αὐτὸν δι' ἐλέγχου πρὸς ἐπιστροφὴν ἐνεγκεῖν ἐθελήσαντος καὶ τὸν ἑαυτοῦ τιμῆσαι θεράποντα μάρτυρα τῆς παραβαθείσης γενόμενον ὑποσχέσεως, εἰς λίθου φύσιν ἡ σὰρξ τῆς ὄρνιθος μετεβάλετο, ὥστε μηδὲ βουλόμενον δύνασθαι λοιπὸν ἐσθίειν αὐτόν. Πῶς γὰρ οἷόν τε ἦν ἀποπετρωθέντος οὗπερ εἰς βρῶσιν ἐπείληπτο σώματος ἐσθίειν δύνασθαι; Ταύτῃ καταπλαγεὶς ὁ βάρβαρος τῇ παραδόξῳ θέᾳ σὺν πολλῷ τάχει τὸν ὅσιον κατελάμβανε, τὸ κεκρυμμένον εἰς φῶς προφέρων ἁμάρτημα καὶ τὴν παράβασιν ἀνακηρύττων πᾶσι καὶ τοῦ πταίσματος ἐκ θεοῦ συγγνώμην αἰτούμενος καὶ τὸν ἅγιον εἰς ἐπικουρίαν καλῶν, ὡς ἂν ταῖς παντο δυνάμοις αὐτοῦ