1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

30

καὶ τῇ οἰκείᾳ ἕκαστοι κεχρημένοι φωνῇ, ἐκ διαδοχῆς δὲ τὴν ᾠδὴν ἀναπέμποντες. 5.6 ∆ιέμεινε δὲ μέχρι καὶ τήμερον τόδε τῆς πολιτείας τὸ εἶδος· καὶ οὐδὲ ὁ χρόνος ὁ ταῦτα καὶ τὰ τοιαῦτα ἀμείβειν φιλονεικῶν, οὐχ οἱ τὴν ἐκείνου κηδεμονίαν διαδεξάμενοι ἀνατρέψαι τι τῶν ὑπ' ἐκείνου τεθέντων ἀνεπείσθησαν ὅρων, καὶ ταῦτα οὐ δύο καὶ τριῶν ἀλλὰ καὶ πλειόνων ταύτην τὴν ἡγεμονίαν λαχόντων. Εὐθὺς μὲν γὰρ ἐκείνου τὸν ἀγῶνα πεπληρωκότος καὶ τόνδε τὸν βίον ὑπεξελθόντος καὶ εἰς τὴν ἄλυπον ἐκείνην μεταβάντος ζωήν, Θεότεκνος μὲν τῆς ἑλλάδος φωνῆς, Ἀφθόνιος δὲ τῆς σύρας τὴν ἡγεμονίαν διεδέξαντο, ἀμφότεροι στῆλαί τινες ἔμψυχοι καὶ εἰκόνες τῆς ἀρετῆς τῆς ἐκείνου γενόμενοι. Οὐδεμίαν γὰρ οὔτε τοῖς συνοῦσιν οὔτε τοῖς ἔξωθεν ἀφικνουμένοις αἴσθησιν λαβεῖν τῆς ἐκείνου τελευτῆς συνεχώρησαν σφᾶς αὐτοὺς ἐκμαγεῖα τῆς ἐκείνου πολιτείας δεικνύντες. Ἀλλ' ὁ μὲν θεῖος Θεότεκνος οὐ πολὺν ἐπιβιώσας χρόνον Θεοδότῳ τὴν ἡγεμονίαν παρέ δωκεν. Ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς ἀγέλης ἐπιμελούμενος καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων. 5.7 Ὁ δὲ Θεόδοτος οὗτος, ἀπὸ τῆς Ἀρμενίας ὁρμώμενος, τὴν ἀσκητικὴν ἐκείνην συμμορίαν θεασάμενος, τὰ μὲν πρῶτα μετὰ τῶν ὑπηκόων ἐτέτακτο, τῷ μεγάλῳ Θεοτέκνῳ κυβερνῶντι πειθόμενος. Ἐπειδὴ δέ, ὡς ἔφην, ὁ μὲν ἐξεδή μησεν, αὐτὸς δὲ τὴν προστασίαν παρέλαβεν, τοσούτοις ἐκόμησεν ἀγαθοῖς ὡς ἀποκρύψαι μικροῦ δεῖν τοὺς προτέρους τῇ φήμῃ· οὕτω γὰρ αὐτὸν ὁ θεῖος κατειργάσατο πόθος καὶ τοσούτοις αὐτὸν καὶ τοιούτοις κατέτρωσε βέλεσιν ὡς νύκτωρ καὶ μεθ' ἡμέραν τῆς κατανύξεως προχέειν τὰ δάκρυα. Τοσαύτης δὲ πνευματικῆς χάριτος ἀνάπλεως ἦν ὡς προσευχομένου σιγᾶν μὲν ἅπαντας τοὺς παρόντας, ἐπαΐειν δὲ μόνον τῶν ἱερῶν ἐκείνων ῥημάτων, προσευχὴν σπουδαίαν τὴν ἀκρόασιν ἡγουμένους. Τίς γὰρ οὕτως ἀδαμάν τινος ἦν ὡς ἐκείνων οὕτω γνησίως προσφερομένων τῶν λόγων μὴ καταθελχθῆναι τὴν ψυχὴν καὶ τὸ σκληρὸν ταύτης καὶ ἀπειθὲς καταμαλάξαι καὶ πρὸς τὴν θείαν θεραπείαν μεταγαγεῖν; Οὕτω καθ' ἑκάστην ἡμέραν τὸν πλοῦτον αὔξων καὶ τοὺς ἀσύλους θησαυροὺς πλήρεις τῶν τοιούτων ἀγαθῶν ἀποφαίνων, πέντε καὶ εἴκοσι ἔτη ποιμάνας τὸ ποίμνιον, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, κατὰ τὴν θείαν γραφήν, τραφεὶς ἐν γήρᾳ καλῷ, Θεοτέκνῳ δὲ ἀδελφιδῷ μὲν ὄντι τὸ γένος, ἀδελφῷ δὲ τὸν τρόπον τὰς ἡνίας παραδούς. 5.8 Καὶ ὁ θεῖος δὲ ἐκεῖνος Ἀφθόνιος πλείονα ἢ τεττα ράκοντα ἔτη τοῦ χοροῦ προστατεύσας τῆς ἀρχιερωσύνης τὴν προεδρίαν ἐδέξατο οὔτε τὴν ἀσκητικὴν ἐναλλάξας σισύραν, οὔτε τὸν ἐξ αἰγείων τριχῶν κατεσκευασμένον χιτῶνα. Καὶ σιτίων δὲ ἀπέλαυεν οἵων πρὸ τῆς προεδρίας ἀπέλαυε. Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος οὐδὲν ἧττον τῆς ἀγέλης ἐκείνης ἐπεμελεῖτο, ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν τῶν ζυγομαχούντων τὰς ἔριδας διαλύων, νῦν δὲ ὑφ' ὁτουοῦν ἀδικουμένων ποιούμε νος πρόνοιαν, ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν. Καὶ τούτων ἕκαστον ἔδρα, τὰ τῶν ὁμοσκήνων μεταξὺ περιρράπτων ῥάκια ἢ τὸν φακὸν ἐκκαθαίρων ἢ τὸν σῖτον ἐκπλύνων ἢ ἄλλο τι τῶν τοιούτων μεταχειρίζων. Οὕτω καὶ τὴν προεδρίαν κοσμήσας καὶ τὴν ἀρετὴν ἐπαυξήσας μετὰ τῶν ταύτης φορτίων τὸν θεῖον λιμένα κατέλαβεν. 5.9 Καὶ τί δεῖ λέγειν περὶ Θεοτέκνου καὶ τοῦ μετ' ἐκεῖνον Γρηγορίου, τοῦ μὲν ἐν νεότητι πᾶν εἶδος φιλοσοφίας συνειληχότος καὶ μετὰ τῆς προγονικῆς εὐκλείας ἀποδεδημη κότος, τοῦ δὲ ἔτι καὶ τήμερον ἐν γήρᾳ βαθεῖ ὡς ἐν ἀκμάζοντι πονοῦντος τῷ σώματι. ∆ιέμεινε γὰρ παντελῶς τῆς ἀμπέλου τὸν καρπὸν παραιτούμενος καὶ οὐδὲ ὄξους ἢ σταφίδων μεταλαμβάνων, οὐ γάλακτος οὐκ ἄρτι ληφθέντος, οὐ πεπη γότος. Οὕτω γὰρ βιοῦν ὁ μέγας ἐνομοθέτησε Πούπλιος. Ἐλαίου δὲ κατὰ τὸν τῆς πεντηκοστῆς καιρὸν τὴν