1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

88

θεὸν ἀγάπης πανταχόθεν ἐξάψωσι τὸν πυρσὸν ὡς ἀπῆλθον, οὕτως ἐπανῆλθον ἄσιτοι, τοσοῦτον αὐτὰς τὸ θεῖον ἐξεβάκχευσε φίλτρον, οὕτως αὐτὰς ὁ θεῖος ἔρως περὶ τὸν νυμφίον ἐξέμηνεν. Αὗται μὲν οὖν τοιαύτῃ πολιτείᾳ τὸ θῆλυ κατακοσμήσασαι γένος ὡς ἀρχέτυπα καὶ ταῖς ἄλλαις γενόμεναι, τοῖς ἐπινι κίοις στεφάνοις ὑπὸ τοῦ δεσπότου ταινιωθήσονται. Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν ὠφέλειαν προθεὶς καὶ τὴν εὐλογίαν δρεψά μενος ἐφ' ἕτερον βαδιοῦμαι διήγημα. 30.t ∆ΟΜΝΙΝΑ 30.1 Τοῦ θεσπεσίου Μάρωνος, οὗ καὶ πρώην ἐμνήσθημεν, ἡ θαυμασία ∆ομνίνα τὸν βίον ζηλώσασα ἐν τῷ κήπῳ τῆς μητρῴας οἰκίας σμικράν τινα καλύβην ἐπήξατο· ποιεῖ δὲ αὐτῇ τὴν καλύβην τῶν μελίνων ἡ καλάμη· καὶ ἐν ἐκείνῃ διημερεύουσα δάκρυσι διηνεκέσιν οὐ μόνας καταβρέχει τὰς παρειάς, ἀλλὰ καὶ τὰ ἐκ τριχῶν περιβόλαια· τοιοῖσδε γὰρ ἐσθήμασι συγκαλύπτει τὸ σῶμα. Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς εἰς τὸν θεῖον νεὼν οὐ πόρρω ὄντα ἰοῦσα, μετὰ τῶν ἄλλων καὶ γυναικῶν καὶ ἀνδρῶν τῷ δεσπότῃ τῶν ὅλων προσφέρει τὴν ὑμνῳδίαν. Τοῦτο δὲ οὐκ ἀρχομένης μόνον ἡμέρας, ἀλλὰ καὶ τελευτώσης ποιεῖ, παντὸς ἑτέρου χωρίου τὸν ἀφιερωμένον τῷ θεῷ χῶρον σεβασμιώτερον εἶναι καὶ ὑπολαμβάνουσα καὶ τοὺς ἄλλους διδάσκουσα. Τούτου εἵνεκα καὶ πολλῆς αὐτὸν ἐπιμελείας ἠξίωσε, τὴν μητέρα πείσασα καὶ τοὺς ἀδελφοὺς εἰς τοῦτον δαπανῆσαι τὰ ὄντα. 30.2 Τροφὴν δὲ ἔχει τὸν φακὸν ἀποβεβρεγμένον ὕδατι. Καὶ τοῦτον ἅπαντα ὑπομένει τὸν πόνον σώματι κατε σκελετευμένῳ καὶ ἡμιθνῆτι χρωμένη. Λεπτότατον γὰρ τὸ δέρμα καὶ ὑμενῶδες λεπτοῖς τοῖς ὀστέοις περίκειται καὶ πιμελῆς καὶ σαρκῶν ὑπὸ τῶν πόνων δαπανηθεισῶν. Πρόκειται δὲ πᾶσι τοῖς ὁρᾶν αὐτὴν βουλομένοις, καὶ ἀνδράσι καὶ γυναιξίν, οὔτε ὁρῶσα πρόσωπον οὔτε ἑτέρῳ προτιθεῖσα τὸ πρόσωπον, ἀλλ' ἀκριβῶς μὲν τῷ περιβολαίῳ κατακαλυ πτομένη, μέχρι δὲ τῶν γονάτων κατακαμπτομένη, λεπτὰ δὲ λίαν καὶ ἄσημα φθεγγομένη, μετὰ δακρύων δὲ ἀεὶ καὶ ταῦτα προφέρουσα. Πολλάκις γάρ μου λαβοῦσα τὴν δεξιὰν καὶ τοῖς ὀφθαλμοῖς ἐπιθεῖσα οὕτω διάβροχον γενομένην ἀφῆκεν ὡς αὐτὴν ἀποστάξαι τὴν χεῖρα τὸ δάκρυον. Τὴν οὖν ἐν τοσούτῳ πλούτῳ φιλοσοφίας τοῖς ἐν ἐσχάτῃ ζῶσι πενίᾳ παραπλησίως δακρύουσαν καὶ ὀλοφυρομένην καὶ στενάζουσαν, ποῖος ἂν ἀξίως ἐπαινέσειε λόγος; Ὁ γὰρ θερμὸς περὶ τὸν θεὸν ἔρως ἐκεῖνο τίκτει τὸ δάκρυον, εἰς τὴν θείαν θεωρίαν πυρσεύων τὸν νοῦν καὶ ταῖς ἀκίσι νύττων καὶ εἰς τὴν ἐντεῦθεν κατεπείγων μετάβασιν. 30.3 Καὶ ἐν τούτοις δὲ διημερεύουσά τε καὶ διανυκτερεύουσα, οὐδὲ τῶν ἄλλων τῆς ἀρετῆς εἰδῶν ἀμελεῖ, ἀλλὰ θεραπεύει μὲν εἰς δύναμιν τοὺς ἀρίστους ἀγωνιστὰς ὧν ἐμνήσθημεν καὶ οὓς παρελίπομεν. Θεραπεύει δὲ καὶ τοὺς πρὸς αὐτὴν ἀφικνουμένους, κατάγεσθαι μὲν παρὰ τῷ τῆς κώμης ποιμένι κελεύουσα, αὐτὴ δὲ τὰς χρείας ἁπάσας ἐκπέμπουσα. Πρόκειται γὰρ αὐτῇ τὰ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν εἰς δαπάνην, τὴν δι' αὐτῆς εὐλογίαν καρπούμενα. Κἀμοὶ δὲ εἰς ἐκεῖνο τὸ μέρος ἀφικνουμένῳ-τὸ νότιον δὲ τῆς ἡμετέρας χώρας ἐστί-καὶ ἄρτους καὶ ὀπώρας καὶ τὸν διάβροχον πέμπει φακόν. 30.4 Ἀλλὰ μέχρι πότε μηκύνω καὶ ταύτης τὴν ἀρετὴν ἅπασαν διηγεῖσθαι φιλονεικῶν, δέον καὶ τῶν ἄλλων εἰς μέσον προτιθέναι τὸν βίον αἳ καὶ ταύτην κἀκείνας, ὧν πρόσθεν ἐμνήσθημεν, ἐμιμήσαντο; Πολλαὶ γὰρ καὶ ἄλλαι, αἳ μὲν τὸν μοναδικὸν ἠσπάσαντο βίον, αἳ δὲ τὴν μετὰ πλειόνων ἠγάπησαν πολιτείαν ὡς καὶ πεντήκοντα καὶ διακοσίας καὶ πλείους καὶ ἐλάττους κατὰ ταὐτὸν βιοτεύειν, μιᾶς ἀνεχομένας τροφῆς, ἐπὶ ψιάθων μόνον καθεύδειν αἱρουμένας καὶ τὰς μὲν χεῖρας ἀπονεμούσας ἐρίῳ, ὕμνοις