1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

50

αὐτὸν ἐκ τῆς τοῦ ὄρους κορυφῆς ὡς γραφῆς κατ' αὐτοῦ γενομένης. Τῆς δὲ μυστικῆς προκειμένης ἱερουργίας προσάγει τῷ θυσιαστηρίῳ καὶ τοῖς ἱερεῦσιν ἐγκαταλέγει. Ὡς δὲ τέλος ἔλαβεν ἡ λειτουργία καί τις αὐτῷ τοῦτο μεμήνυκε-πάμπαν γὰρ ἠγνόει τὸ γεγονός-, τὰ μὲν πρῶτα ἐλοιδορεῖτο καὶ λόγοις ἔβαλλεν ἅπαντας· ὕστερον δὲ τὴν βακτηρίαν λαβών-εἰώθει γὰρ σκηριπτόμενος διὰ τὸ γῆρας βαδίζειν-, ἐδίωκεν αὐτόν τε τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους ὅσοι παρῆσαν· ὑπελάμβανε γὰρ τὴν χειροτονίαν τῆς τοῦ ὄρους αὐτὸν κορυφῆς καὶ τῆς ποθουμένης διαίτης ἀποστερήσειν. Ἀλλὰ τότε μὲν αὐτὸν μόλις τινὲς τῶν συνήθων ἀγανακτοῦντα κατέπαυσαν· ἐπειδὴ δὲ ὁ τῆς ἑβδομάδος συνεπεράνθη κύκλος καὶ ἧκε πάλιν τῆς δεσποτικῆς ἑορτῆς ἡ ἡμέρα, αὖθις αὐτὸν ὁ μέγας Φλαβιανὸς μετεπέμπετο τῆς πανηγύρεως κοινωνῆσαι σφίσι παρακαλῶν. Ὁ δὲ πρὸς τοὺς ἀφικομένους· "Οὐκ ἀπόχρη ὑμῖν, ἔφη, τὰ ἤδη γεγενημένα, ἀλλὰ πάλιν με βούλεσθε προβαλέσθαι πρεσβύτερον;" Τῶν δὲ λεγόντων ὡς οὐ δυνατὸν ἑνὶ δὶς τὴν αὐτὴν ἐπιτεθῆναι χειροτονίαν, οὐκ εἶξεν οὐδὲ ἀφίκετο ἕως αὐτὸν ὁ χρόνος καὶ οἱ συνήθεις τοῦτο πολλάκις ἐδίδαξαν. 13.5 Οἶδα μὲν οὖν ὡς οὐ πολλοῖς τοῦτο ἀξιάγαστον εἶναι τὸ διήγημα δόξει· τέθηκα δὲ αὐτὸ ἀξιομνημόνευτον εἶναι νομίζων ὡς ἱκανὸν τεκμηριῶσαι καὶ διανοίας ἁπλότητα καὶ ψυχῆς καθαρότητα. Τοῖς δὲ τοιούτοις ὁ δεσπότης τὴν τῶν οὐρανῶν ὑπέσχετο βασιλείαν· "Ἀμὴν γάρ, ἔφη, λέγω ὑμῖν, ἐὰν μὴ στραφέντες γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν". Ἐπειδὴ τοίνυν ἐν κεφαλαίῳ καὶ τὸν τῆς ψυχῆς ἐδείξαμεν χαρακτῆρα, φέρε καὶ τὴν ἀπὸ τῆς ἀρετῆς αὐτοῦ δείξωμεν παρρησίαν. 13.6 Στρατηγός τις κυνηγεσίοις χαίρων θηρεύσων εἰς τὸ ὄρος ἀνῆλθεν· εἵποντο δὲ αὐτῷ καὶ κύνες καὶ στρατιῶται καὶ ὅσα εἰς θήραν ἐστὶν ἐπιτήδεια. Ὡς δὲ πόρρωθεν εἶδε τὸν ἄνδρα καὶ παρὰ τῶν συνόντων ἔμαθεν ὅστις εἴη, εὐθὺς ἀπὸ τοῦ ἵππου καταπηδήσας, προσῆλθέ τε καὶ προσεῖπε καὶ ἤρετο τί ποιῶν ἐνταῦθα διάγοι. Ὁ δὲ ἀντήρετο· "Σὺ δὲ τί ποιήσων ἐνταῦθα ἀνελήλυθας;" Εἰρηκότος δὲ τοῦ στρατηγοῦ ὅτι θηρεῦσαι· "Κἀγώ, ἔφη, τὸν ἐμὸν θηρεύω θεὸν καὶ λαβεῖν ἐφίεμαι καὶ θεωρῆσαι ποθῶ καὶ τῆς καλῆς ταύτης οὐκ ἀφέξομαι θήρας". Τούτων ἀκούσας ὁ στρατηγὸς καὶ θαυμάσας, ὡς εἰκός, ἀπελήλυθεν. 13.7 Ἄλλοτε δὲ τῆς πόλεως ὑπό τινος πονηροῦ δαίμονος βακχευθείσης καὶ τῇ μανίᾳ κατὰ τῶν βασιλικῶν χρησαμένης στηλῶν ἀφίκοντο μὲν οἱ ἄριστοι τῶν στρατηγῶν πανωλεθρίας ψῆφον κατὰ τῆς πόλεως φέροντες· καταβὰς δὲ οὗτος ἀπὸ τοῦ ὄρους ἄμφω κατέσχε κατὰ τὴν ἀγορὰν παριόντας τοὺς στρατηγούς. Οἱ δὲ τίς εἴη μεμαθηκότες κατεπήδησάν τε ἀπὸ τῶν ἵππων καὶ χειρῶν ἥπτοντο καὶ γονάτων καὶ σωτηρίαν ἐπήγγελον. Ὁ δὲ φάναι τῷ βασιλεῖ παρηγγύα ὅτι ἄνθρωπος εἴη καὶ τὴν αὐτὴν ἔχοι φύσιν τοῖς ὑβρικόσι· καὶ τῇ φύσει μετρεῖν τὴν ὀργὴν δέον, ἀμέτρῳ κέχρηται τῷ θυμῷ καὶ τῶν εἰκόνων εἵνεκα τῶν οἰκείων τὰς θείας εἰκόνας σφαγῇ παραδίδωσι καὶ ἀντὶ χαλκῶν στηλῶν σώματα παραπέμπει θανάτῳ· "Καὶ ἡμῖν μέν, ἔφη, τὰς χαλκᾶς ἀναπλάσαι τε καὶ ἀναμορφῶσαι ῥᾴδιόν τε καὶ εὐπετές· σοὶ δὲ καὶ βασιλεῖ ὄντι ἀδύνατον τὰ κατασφαγέντα σώματα ἐπαναγαγεῖν εἰς ζωήν. Καὶ τί λέγω σώματα; οὐδὲ γὰρ τρίχα μίαν σοι δυνατὸν διαπλάσαι". Ταῦτα τῇ σύρᾳ κεχρημένος ἔλεγε γλώττῃ· οἱ δὲ τοῦ ἑρμηνέως εἰς τὴν ἑλλάδα φωνὴν μεταφέροντος, ἐπήκουόν τε καὶ ἔφριττον καὶ διαπορθμεύειν αὐτὰ ἐπηγγέλλοντο τῷ βασιλεῖ. 13.8 Ἐγὼ δὲ νομίζω πάντας ἂν ὁμολογῆσαι τῆς τοῦ θείου πνεύματος εἶναι ταῦτα τὰ ῥήματα χάριτος. Πῶς γὰρ ἂν ἄλλως ταῦτα ἐφθέγξατο ἀνὴρ παιδείας μὲν ἁπάσης