1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

9

οἰκοῦντες εἰς ἱκετείας σπουδαιο τέρας ἐτρέποντο, πρεσβευτὴν ἔχοντες τὸν μέγαν Ἰάκωβον· οἱ δὲ ἐν ἡλικίᾳ πάντες ἀνῳκοδόμουν σπουδῇ, οὔτε κάλλους, οὔτε ἁρμονίας ἐπιμελούμενοι, ἀλλὰ πρὸς τὸ τυχὸν ἅπαντα συντιθέντες, καὶ λίθους, καὶ πλίνθους, καὶ ὅ τι ἄν τις ἐκόμιζεν· καὶ ἐν μιᾷ νυκτὶ προὔβη τὸ ἔργον, καὶ τοσοῦτον ἔλαβεν ὕψος ὅσον ἀπόχρη διακωλῦσαι καὶ τῶν ἵππων τὸν δρόμον καὶ τῶν ἀνδρῶν τὴν ἄνευ κλιμάκων ἐπίβασιν. Τότε πάντες ἱκετεύουσι τὸν τοῦ θεοῦ ἄνθρωπον φανῆναί τε ἐπὶ τοῦ τείχους καὶ ἀραῖς κατατοξεῦσαι τοὺς πολεμίους. Ὁ δὲ ἐπείθετο καὶ ἀνῄει καί, τὰς πολλὰς αὐτῶν θεασάμενος μυριάδας, σκνιφῶν αὐτοῖς καὶ κωνώπων ἐπιπέμψαι νέφος ἱκέτευσε τὸν θεόν. Καὶ ὁ μὲν ἔλεγεν, ὁ δὲ ἔπεμπε, Μωϋσῇ παραπλησίως πειθόμενος. Καὶ οἵ τε ἄνδρες τοῖς θείοις κατετιτρώσκοντο βέλεσιν, οἵ τε ἵπποι καὶ οἱ ἐλέφαντες, τὰ δεσμὰ διαρρήξαντες, ἐδραπέτευον τῇδε κἀκεῖσε σκεδαν νύμενοι καὶ φέρειν ἐκείνας οὐ δυνάμενοι τὰς ἀκίδας. 1.12 Θεασάμενος τοίνυν ὁ δυσσεβὴς βασιλεὺς καὶ τὰ μηχανήματα ἅπαντα ὄνησιν οὐδεμίαν παρεσχηκότα, καὶ τοῦ ποταμοῦ τὴν προσβολὴν ἀνόνητον γεγενημένην-τὸ γὰρ καταπεσὸν ἀνῳκοδόμητο τεῖχος-, καὶ τὴν στρατιὰν ἅπασαν καὶ τοῖς πόνοις ταλαιπωρουμένην καὶ ὑπαίθριον κακοπαθοῦσαν καὶ ὑπὸ τῆς θεηλάτου ἐλαυνομένην πληγῆς, ἰδὼν δὲ καὶ τὸν θεῖον ἄνθρωπον ἐπὶ τοῦ τείχους βαδίζοντα, καὶ τοπάσας αὐτὸν ἐφεστάναι τῷ ἔργῳ τὸν βασιλέα- ἁλουργίδα γὰρ καὶ διάδημα περικείμενος ἑωρᾶτο-, ἠγα νάκτει μὲν κατὰ τῶν ἐξαπατησάντων καὶ στρατεῦσαι πεισάντων καὶ τὸν βασιλέα μὴ παρεῖναι φησάντων. Θανάτου δὲ ψῆφον κατὰ τούτων ἐξενεγκών, διέλυσε τὴν στρατιὰν καὶ τὰ οἰκεῖα βασίλεια κατέλαβεν ὅτι τάχιστα. 1.13 Τοιαῦτα καὶ ἐπὶ τοῦδε τοῦ Ἐζεκίου τεθαυματούργηκεν ὁ θεός, οὐ μείονα ἐκείνων, ἀλλὰ καὶ μείζονα, ὡς ἐμοίγε δοκεῖ. Τὸ γὰρ καὶ τοῦ τείχους καταπεσόντος μὴ ἁλῶναι τὴν πόλιν, ποίαν θαύματος ὑπερβολὴν καταλείπει; Ἐγὼ δὲ πρὸς τούτῳ κἀκεῖνο ἄγαν θαυμάζω, ὅτι καὶ ἀραῖς χρησάμενος, οὐ σκηπτοὺς ᾔτησεν ἐνεχθῆναι καὶ κεραυνούς, ὅπερ Ἠλίας ὁ μέγας ἐκεῖνος ἐποίησεν, ἡνίκα πρὸς αὐτὸν πεντηκόνταρχος ἑκάτερος μετὰ τῆς πεντηκοστύος ἀφίκετο. Ἤκουσε γὰρ τοῦ κυρίου πρὸς Ἰάκωβον καὶ Ἰωάννηντοῦτ' αὐτὸ πειραθέντας ποιῆσαι διαρρήδην εἰπόντος· "Οὐκ οἴδατε ποίου πνεύματός ἐστε;" ∆ιὰ τοῦτο οὐ χᾶναι αὐτοῖς τὴν γῆν ᾔτησεν, οὐδὲ πυρὶ δαπανηθῆναι τὴν φάλαγγα παρεκάλεσεν, ἀλλὰ τοῖς ζωϋφίοις ἐκείνοις κατα τρωθῆναι καί, τοῦ θεοῦ διαγνόντας τὴν δύναμιν, ὀψέ ποτε μεταμαθεῖν τὴν εὐσέβειαν. 1.14 Τοσαύτην εἶχεν ὁ θεῖος οὗτος ἄνθρωπος πρὸς τὸν θεὸν παρρησίαν· τοσαύτης ἄνωθεν ἀπέλαυε χάριτος. Ἐν τούτοις διατελῶν καί, καθ' ἑκάστην ἐν τοῖς θείοις αὐξανό μενος ἡμέραν, μετὰ τῆς μεγίστης εὐκλείας τόνδε τὸν βίον ἀπέθετο καὶ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστείλατο. Χρόνου δὲ διελθόντος καὶ τοῦδε τοῦ ἄστεως ὑπὸ τοῦ τηνικάδε κρατοῦντος τῇ περσικῇ βασιλείᾳ παραδοθέντος, ἐξῄεσαν μὲν ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες, ἔφερον δὲ τοῦ προμάχου τὸ σῶμα, ἀσχάλλοντες μὲν καὶ ὀλοφυρόμενοι τὴν μετοικίαν, ᾄδοντες δὲ τοῦ νικηφόρου ἀριστέως τὴν δύναμιν. Οὐ γὰρ ἂν ἐκείνου περιόντος ὑπὸ βαρβάροις ἐγένοντο. Ταῦτα περὶ τοῦδε τοῦ θείου διεξελθὼν εἰς ἑτέραν διήγησιν μεταβήσομαι, τῆς τούτου μεταλαχεῖν εὐλογίας ἀντιβολῶν. 2.t ΙΟΥΛΙΑΝΟΣ 2.1 Ἰουλιανὸς, ὃν Σάβαν ἐπίκλην οἱ ἐπιχώριοι τιμῶντες ὠνόμαζον-τὸν δὲ πρεσβύτην τῇ ἑλλάδι φωνῇ σημαίνει τὸ ὄνομα-, ἐν τῇ πάλαι μὲν Παρθυαίων, νῦν δὲ Ὀσροηνῶν ὀνομαζομένῃ, τὴν ἀσκητικὴν καλύβην ἐπήξατο· διατείνει δὲ αὕτη πρὸς μὲν