1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

69

ποιοῦντες τῷ ἡγουμένῳ τὴν πάροδον. Ὡς δὲ σφόδρα μοι πελάζειν ἔδοξαν, εἶπον, ἔφη· "3Τίς εἶ; Καὶ πόθεν ἥκεις; Καὶ τίνος δεόμενος κατὰ τοῦτον ἐλήλυθας τὸν καιρόν; Μέχρι τίνος παίζεις, ὦ ταλαίπωρε, καὶ τῆς θείας μακροθυμίας καταφρονεῖς;"3 Τοῦτο ἐγὼ μὲν ἔλεγον πρὸς ἕω τετραμμένος καὶ τῷ θεῷ τὴν ἱκετείαν προσφέρων. Ὁ δὲ ὦσε μέν, καταβαλεῖν δὲ οὐκ ἴσχυσεν-ἡ γὰρ θεία χάρις ἀντέσχεν-καὶ παραυτίκα φροῦδα πάντα ἐκεῖνα ἐγένετο". 21.27 Ἔλεγε δὲ καὶ κατὰ τὸν τῶν ἀλιτηρίων ἐκείνων λῃστῶν καιρόν, ὅτε ἐξ Ἰσαυρίας ὁρμώμενοι τῆς ἕω τὰ πλεῖστα ἐμπρήσαντες ἐληΐσαντο, δεδιέναι σφόδρα οὐ τὴν σφαγήν-οὐ γὰρ οὕτω φιλοσώματος ἦν-, ἀλλὰ τὸν ἀνδραποδισμὸν καὶ τὴν αἰχμαλωσίαν καὶ τῆς ἀσεβείας καὶ παρανομίας τὴν θεωρίαν. Τούτου δὲ τοῦ δέους αἰσθόμενος ὁ διάβολος-ἤκουσε γὰρ αὐτοῦ πολλάκις πρὸς τοὺς γνωρί μους ἐκφήναντος-μιμεῖται νύκτωρ ὀλολυγὴν γυναικῶν. "Ἐγὼ δέ, ἔφη, ἀκούειν ἐδόκουν ὡς ἥκοιεν οἱ πολέμιοι καὶ ὡς πῦρ ταῖς κώμαις ἐμβάλλοιεν. Εὐθὺς τοίνυν δίχα τῆς κεφαλῆς διακρίνας τὰς κόμας, καὶ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων διὰ τῶν ὤμων ἐπὶ τὸ στῆθος μετενεγ κὼν εὐτρεπῆ πρὸς τὴν τοῦ ξίφους τομὴν τὸν αὐχένα ἐποίουν ἵνα σύντομον δεξάμενος τὴν πληγὴν τῆς ἀπευκτῆς ἐκείνης ἀπαλλαγῶ θεωρίας. Οὕτω πᾶσαν ἐκείνην διατελέσας τὴν νύκτα καὶ διηνεκῶς τὴν ἐκείνων ἔφοδον προσδεχόμενος, ἐπειδὴ ἡμέρα ἐγένετο καὶ ἧκόν τινες, ἐπυθόμην τί περὶ τῶν Ἰσαύρων εἶεν ἀκηκοότες. Οἱ δὲ ἔλεγον μηδὲν ἐν ταύταις ἐγνωκέναι ταῖς ἡμέραις. Καὶ οὕτω, φησίν, ἐπέγνων διαβο λικὴν κἀκείνην εἶναι τὴν φαντασίαν." 21.28 "Ἄλλοτε δέ, ἔφη, νέῳ σφριγῶντι ἀπεικασθεὶς ὥρᾳ λάμποντι καὶ κόμῃ ξανθῇ κεκοσμημένῳ, προσῄει μειδιῶν ἅμα καὶ παίζων. Ἐγὼ δέ, ἔφη, τῷ θυμῷ καθοπλι σθεὶς ἐξήλαυνον λοιδορούμενος. Ὁ δὲ ἐπέμενεν ἑταιρικὸν βλέπων καὶ τῷ τε μειδιάματι τῷ τε φθέγματι ἡδονὴν ἀναβλύζων. Τότε τοίνυν πλεῖον τὸν θυμὸν παραθήξας· "3Πῶς ἰσχύεις, ἔλεγον, πᾶσαν τὴν οἰκουμένην περινοστεῖν καὶ πᾶσι τοιαύτας προσφέρειν ἐπιβουλάς;"3 Ὁ δὲ ἔλεγε μὴ μόνος εἶναι, ἀλλὰ πλῆθος δαιμόνων κατὰ πᾶσαν ἐσκεδάσθαι τὴν οἰκουμένην τοιαῦτα παιζόντων ὁμοῦ καὶ σπουδαζόντων. Τῇ γὰρ δοκούσῃ παιδιᾷ σπουδάζουσιν ἅπασαν ἀφανίσαι τῶν ἀνθρώπων τὴν φύσιν. "3Ἀλλὰ σύ γε ἄπιθι, ἔφην, τοῦ Χριστοῦ σοι κελεύοντος τοῦ λεγεῶνα ὅλην διὰ τῶν χοίρων τῷ βυθῷ παραπέμψαντος."3 Ἤκουσεν ἅμα καὶ ἔφυγεν, οὔ τε τῆς δεσποτικῆς προσηγορίας τὴν δύναμιν φέρων οὔτε τῆς οἰκετικῆς φιλοσοφίας τὴν αἴγλην βλέπειν δυνάμενος." 21.29 Καὶ ἄλλα δὲ πλείονα τούτων εἰδὼς διηγήματα, συγγράφειν οὐ βούλομαι μὴ τοῖς ἀσθενεστέροις τὸ πλῆθος ἀπιστίας γένηται πρόφασις. Τοῖς μὲν γὰρ ὁρῶσι τὸν θεῖον ἄνθρωπον οὐδὲν τοιοῦτον λεγόμενον ἀπίθανον καταφαίνεται, τῆς ὁρωμένης ἀρετῆς τὰ λεγόμενα βεβαιούσης. Ἐπειδὴ δὲ καὶ εἰς τοὺς ὕστερον ἐσομένους τὸ τοῦ διηγήματος διαβήσεται σύγγραμμα, ἀπιστότερα δὲ τοῖς πολλοῖς τὰ ὦτα τῶν ὀφθαλμῶν, τῇ ἀσθενείᾳ τῶν ἀκουόντων μετρήσωμεν τὴν διήγησιν. 21.30 Τούτῳ τοίνυν ᾠκοδόμησαν μὲν καὶ ἄλλοι σηκὸν μέγιστον ἐν τῇ πελαζούσῃ κώμῃ οὐ πολλοὺς ἀφεστῶτα σταδίους· κατεσκεύασα δὲ κἀγὼ θήκην ἐν τῷ τῶν καλλι νίκων ἀποστόλων σηκῷ. Ἀλλὰ τοῦτο μαθὼν ὁ θεῖος ἄνθρωπος πολλά με πολλάκις ἐλιπάρησεν ἐν ἐκείνῳ τῷ ὄρει ταφῇ παραδοῦναι τὸ σῶμα. Ἐγὼ δὲ εἶπον πολλάκις ὡς οὐ προσήκει τὸν τῆς παρούσης ζωῆς ἀμελήσαντα ταφῆς ποιήσασθαι πρόνοιαν. Ὡς δὲ τοῦτο αὐτῷ καταθύμιον εἶδον, ἐπένευσά τε καὶ συνεθέμην καὶ τὴν λάρνακα τμηθῆναί τε καὶ κομισθῆναι ἄνω πεποίηκα. Ἐπεὶ δὲ τὸν λίθον ὑπὸ τῆς πάχνης διαφθειρόμενον εἶδον, μικρὸν οἰκίσκον ἐπέτρεψα γενέσθαι τῇ λάρνακι. Ἐπειδὴ δὲ ἐκέλευσε καὶ τὴν οἰκοδομὴν