1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

68

πρεσβείαις ἐσβέσθη τοῦ διαβόλου τὸ θράσος"3." Ταῦτά μοι διηγησάμενος, παρηγγύησε μόνον εἰδέναι καὶ μὴ λαβεῖν ἄλλους συνίστορας. Ἐγὼ δέ γε ὠφελείας ἕνεκεν οὐ μόνον πολλοῖς προσήνεγκα τὸ διήγημα, ἀλλὰ καὶ συγγραφῇ παραδίδωμι. 21.22 Καὶ Ἰωσὴφ δὲ τὸν πατριάρχην τεθεᾶσθαι ἔφη καὶ τὴν κεφαλὴν πολιὸν καὶ τὸ γένειον καὶ ἐν γήρᾳ τῆς ὥρας ἀφιέντα τὴν αἴγλην καὶ ἐν ἀρετῆς ἀκρότητι ἔσχατον ἑαυτὸν τῶν ἁγίων ὀνομάζοντα. "Ἐμοῦ γάρ, φησι, πρῶτον αὐτὸν λέγοντος τῶν τῆς θήκης αὐτῷ κοινωνούντων, αὐτὸς ἑαυτὸν ἔσχατον ὠνόμαζεν." 21.23 ∆ιηγήσατο δέ μοι καὶ τὰς γεγενημένας αὐτῷ ὑπὸ τῶν πονηρῶν δαιμόνων παντοδαπὰς προσβολάς. "Εὐθὺς μὲν γάρ, ἔλεγε, ταύτης μοι τῆς πολιτείας ἀρξαμένῳ γυμνὸς ἑωρᾶτό τις, Αἰθίοπος ἔχων τὸ εἶδος, πῦρ ἐκ τῶν ὀφθαλμῶν ἀφιείς. Ἐγὼ δὲ ὁρῶν δέους τε ἐνεπιμπλάμην καὶ εἰς εὐχὴν ἐτρεπόμην καὶ μεταλαβεῖν οὐκ ἠνειχόμην τροφῆς· κατ' ἐκεῖνον γὰρ ἐπεφαίνετο τὸν καιρόν. Ὡς δὲ ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα διῆλθον ἡμέραι καὶ ἄσιτος διετέλουν, τέλος τῆς πονηρᾶς ἐφόδου καταφρονήσας, καθήμενος τῆς τροφῆς μετελάμβανον. Ὁ δὲ ταύτην μου τὴν μεγαλοφροσύνην οὐκ ἐνεγκὼν ῥάβδῳ παίειν ἠπείλει. Ἐγὼ δέ, ἔφη, ἔλεγον· "3Εἰ μὲν ἐπιτέτραψαι παρὰ τοῦ τῶν ὅλων δεσπότου, παῖε καὶ δέξομαι μεθ' ἡδονῆς τὴν πληγὴν ὡς ὑπ' ἐκείνου παιόμενος. Εἰ δὲ μὴ ἐπετράπης, οὐ παίσεις, κἂν μυριάκις λυττήσῃς"3. Τούτων ἀκούσας ἐδραπέτευσε τότε. 21.24 "Ἀλλὰ πάλιν κρύβδην διετέλει λυττῶν. Τὸ γὰρ δίς μοι τῆς ἑβδομάδος κάτωθεν κομιζόμενον ὕδωρ ὑπαπαντῶν τῷ κομίζοντι καὶ τὸ ἐμὸν εἶδος μιμούμενος ἐλάμβανε καὶ ἀπιέναι κελεύων ἐκεῖνον ἐξέχει τὸ νᾶμα. Καὶ τοῦτο οὐ δὶς μόνον, ἀλλὰ καὶ τρὶς ποιήσας τὸ τοῦ δίψους μοι ἐπεστρά τευσε πάθος. Σφόδρα δὲ ἀνιαθεὶς ἠρόμην τὸν εἰωθότα κομίζειν· "3Τί δήποτε πέντε καὶ δέκα διελθουσῶν ἡμερῶν οὐκ ἐκόμισας ὕδωρ;"3. Ὁ δὲ τρὶς ἔλεγεν ἤδη καὶ τετράκις κεκομικέναι καί με τοῦτο δεδέχθαι. "3Καὶ ποῦ, ἔφην ἐγώ, τοῦτο παρὰ σοῦ φέροντος ἐδεξάμην;"3 Ὡς δὲ τὸν τόπον ὑπέδειξε, "3Κἂν μυριάκις, ἔφην, ἐκεῖ με θεάσῃ παραγινόμενον, μὴ δῷς τὸ ἀγγεῖον, ἕως εἰς τοῦτον ἀφίκῃ τὸν τόπον"3. 21.25 "Οὕτω καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν διαλύσας, αὖθις ἑτέρας ἐπειράθην. Βοῇ γὰρ νύκτωρ χρησάμενος ἔφη ὅτι "3σε τοσαύτης δυσωδίας ἐμπλήσω καὶ τοσαύτην δύσκλειαν κατασκεδάσω ὡς μηδένα σε μηδαμόθεν θεάσασθαι ἄνθρω πον"3. Ἐγὼ δέ, ἔφη, πρὸς ταῦτα ἀπεκρινάμην ὅτι "3σοι χάριν ὁμολογήσω· ἄκων γὰρ εὐεργετήσεις τὸν δυσμενῆ, πλέον ἐντρυφᾶν τῇ τοῦ θεοῦ μνήμῃ παρασκευάζων. Σχολῆς γὰρ πλείονος ἀπολαύων ἔργον σχήσω διηνεκὲς τοῦ θείου κάλλους τὴν φαντασίαν"3. Ὀλίγων τοίνυν διελθουσῶν ἡμερῶν, μεσούσης ἡμέρας τὴν εἰωθυῖαν λειτουργίαν ἐπιτελῶν, ὁρῶ, ἔφη, δύο κατιούσας ἐκ τοῦ ὄρους γυναῖκας. Ἐγὼ δὲ τὸ ἄηθες δυσχεράνας καὶ λίθοις βαλεῖν ἐπιχειρήσας, τῆς τοῦ ἀλάστορος ἀπειλῆς ἐμνήσθην καὶ ταύτην ὑπέλαβον εἶναι τὴν δύσκλειαν. Ἔφθην τοίνυν βοήσας ὡς, εἰ καὶ τοῖς ὤμοις ἐπικαθίσαιεν, οὐ βαλῶ τοῖς λίθοις, οὐδὲ διώξω, μόνῃ δὲ χρήσομαι τῇ προσευχῇ. Ἐγὼ μὲν οὖν ταῦτα ἔφην, αἱ δὲ φροῦδοι ἐγίγνοντο καὶ τῷ λόγῳ συνεπληροῦτο τῆς θέας ἡ φαντασία. 21.26 "Μετὰ ταῦτα πάλιν, νύκτωρ ἐγὼ μέν, ἔφη, προσ ηυχόμην, ὀχήματος δὲ κτύπος ἐφέρετο καὶ ἡνιόχου βοὴ καὶ ἵππων χρεμετιζόντων· ἐμὲ δὲ τοῦ πράγματος τὸ καινὸν ἐθορύβησεν· ἐνενόουν γὰρ ὡς οὔτε ἄρχων ἐπεδήμει τότε τῇ πόλει οὔτε ὀχημάτων ἡ ὁδὸς ἦν οὔτε ὁ καιρὸς τοῖς ὀχήμασιν ἐπιτήδειος. Ἐμοῦ δὲ ταῦτα λογιζομένου, θόρυβός τις πλήθους ἠκούετο προσπελάζοντος καί τινες ἐβόων ἡγούμενοι ῥαβδοφόροι, συρίττοντες καὶ ἀπελαύνοντες ἐκ τοῦ μέσου τοὺς πλείους καὶ εὐτρεπῆ