1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

72

οἱ τὴν πείραν δεξάμενοι, ἴσασι δὲ καὶ οἱ τούτου γενόμενοι θεαταί· καλινδοῦνται γὰρ τοῖς λυττῶσι παραπλησίως, τῇδε κἀκεῖσε μεταστρεφόμενοι καὶ ἅμα τοὺς πόδας ἐκτείνοντες καὶ συστέλλοντες· ἔστι δὲ ὅτε καὶ κάθηνται καὶ ἀνίστανται καὶ βαδίζουσιν, ἀναπαύλης τινὸς πόρον εὑρεῖν μηχανώμενοι· διὰ τοῦτο καὶ βαλανείοις προσεδρεύουσι καὶ πολλάκις εἰσίασι, ψυχαγωγίας τινὸς ἀπολαύοντες. Καὶ τί δεῖ μηκύνειν τὰ πᾶσι δῆλα καὶ σαφῆ καταλέγοντα; Τοιούτῳ πάθει προσπαλαίων καὶ τοσαύταις καὶ τηλικαύταις ὀδύναις βαλλόμενος οὐκ ἰατρικῆς ἐπικουρίας ἀπέλαυσεν, οὐ κλίνης ἠνέσχετο, οὐ τὴν ἀπὸ φαρμάκων ἢ σιτίων ψυχαγωγίαν ἐδέξατο, ἀλλ' ἐπὶ σανίδος χαμαὶ κειμένης καθήμενος, προσευχῇ καὶ σφραγῖδι τὴν θεραπείαν ἐδέξατο καὶ τῇ τῆς θείας προσηγορίας ἐπῳδῇ τὰς ὀδύνας ἐκοίμισεν. 22.5 Καὶ ἄλλοτε δὲ νύκτωρ βαδίζων ἔχεως ἐπέβη τῇ πτέρνῃ καθεύδοντος· ὁ δὲ τοῦ ταρσοῦ ἐπιλαβόμενος τοὺς ὀδόντας ἐπήγνυ. Ἐπαμύναι δὲ τῷ ποδὶ πειραθεὶς κατέκυπτε μὲν καὶ τὴν χεῖρα τούτῳ προσέφερε, μετέφερε δὲ εἰς ταύτην τοῦ θηρίου τὸ στόμα· πάλιν δὲ τῇ εὐωνύμῳ χρησάμενος εἰς βοήθειαν τῆς ἑτέρας, εἷλκε καὶ κατὰ ταύτης τὸν τοῦ θηρίου θυμόν. Ἐπεὶ δὲ κόρον ἔλαβε τῆς μανίας-πλείονα γὰρ αὐτῷ ἢ δέκα προσενήνοχε δήγματα-, τὸ μὲν ἀπέστη καὶ τὸν χηραμὸν τὸν οἰκεῖον κατέλαβεν, ὁ δὲ πάντοθεν πικραῖς ὀδύναις ἐβάλλετο. Ἀλλ' οὐδὲ τότε τῆς ἰατρικῆς ἠνέσχετο τέχνης, ἀλλὰ τοῖς ἕλκεσι προσέφερε μόνα τὰ τῆς πίστεως φάρμακα, σφραγῖδα καὶ προσευχὴν καὶ τοῦ θεοῦ τὴν ἐπίκλησιν. 22.6 ∆ιὰ τοῦτο δὲ οἶμαι καὶ ὁ τῶν ὅλων θεὸς εἴασε κατὰ τοῦ ἱεροῦ σώματος τὸ θηρίον ἐκεῖνο λυττῆσαι ἵνα γυμνὴν ἅπασι τῆς θείας ἐκείνης ψυχῆς ἐπιδείξῃ τὴν καρτερίαν. Ταύτην γὰρ αὐτοῦ καὶ ἐπὶ τοῦ γενναίου Ἰὼβ τὴν οἰκονομίαν ὁρῶμεν· πολλαῖς γὰρ αὐτὸν καὶ παντοδαπαῖς εἴασε τρικυ μίαις περικλυσθῆναι, δεῖξαι τοῦ κυβερνήτου τὴν σοφίαν ἅπασιν ἐθελήσας. Πόθεν γὰρ ἂν ἄλλοθεν ἔγνωμεν ἢ τὴν ἐκείνου ἀνδρείαν ἢ τὴν τούτου γε καρτερίαν εἰ μὴ χώραν ἔλαβεν ἀφεῖναι βέλη παντοδαπὰ κατ' αὐτῶν ὁ τῆς εὐσεβείας ἀντίπαλος; Τὴν μὲν οὖν τοῦ ἀνδρὸς καρτερίαν ἱκανὰ καὶ ταῦτα διδάξαι. 22.7 Τὴν δὲ φιλανθρωπίαν ἑτέρωθεν ἐπιδείξωμεν· πολλοὺς γὰρ τὸ βλέπειν ἀφῃρημένους καὶ προσαιτεῖν ἠναγκασμένους συναγαγὼν καὶ ἑκατέρωθεν πρὸς ἕω καὶ πρὸς ἑσπέραν δειμάμενος καταγώγια, διάγειν ἐν τούτοις καὶ τὸν θεὸν ὑμνεῖν παρηγγύησε, τὴν ἀναγκαίαν αὐτοῖς τροφὴν παρὰ τῶν ὡς αὐτὸν ἀφικνουμένων χορηγεῖσθαι κελεύων. Μέσος δὲ αὐτὸς καθειργμένος καὶ τούτους κἀκείνους εἰς ὑμνῳδίαν διεγείρει καὶ ἔστιν ἀκούειν αὐτῶν διηνεκῶς τὸν δεσπότην ὑμνούντων. Τοσαύτῃ περὶ τοὺς ὁμοφυεῖς φιλανθρωπίᾳ κεχρημένος διατελεῖ· τῶν δὲ ὑπαιθρίων ἀγώνων αὐτῷ τε καὶ τῷ μεγάλῳ Ἰακώβῳ ὁ αὐτός ἐστι χρόνος· ὄγδοον γὰρ καὶ τριακοστὸν ἤδη συνεπλήρωσαν ἔτος. 23.t ΙΩΑΝΝΗΣ 23.1 Ταύτην ἐζήλωσε τὴν πολιτείαν καὶ Ἰωάννης, ἀνὴρ πρὸς τοῖς ἄλλοις ἡμερότητι καὶ πρᾳότητι λάμπων· ῥαχίαν δὲ τραχεῖαν μάλα καταλαβὼν δυσχείμερον καὶ προσάρκτιον, ἐν ἐκείνῃ τέως πέντε καὶ εἴκοσι διετέλεσεν ἔτη, τὰς ἐναντίας τοῦ ἀέρος δεχόμενος προσβολάς. Τἄλλα δὲ πάντα, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι, τροφὴ καὶ ἐσθὴς καὶ τὰ τοῦ σιδήρου φορτία τοῖς προειρημένοις ἐστὶ παραπλήσια. Οὕτω δέ ἐστι τῶν ἀνθρωπίνων ἁπάντων ὑπέρτερος ὡς μηδεμίαν ἐκ τούτων καρποῦσθαι παραψυχήν. Καὶ τούτου τεκμήριον ἐναργὲς αὐτίκα παρέξομαι. Ἐπειδὴ γάρ τις τῶν σπουδαίων