1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

93

τοῖς παροῦσι καὶ παριοῦσι τὰ μέλλοντά τε καὶ τὰ μένοντα, καὶ πρὸς τούτοις, τῆς γεέννης τὸ βάθος, καὶ τῆς βασιλείας τὸ ὕψος. Ταῦτα δὲ πάντα παρεξετάσας, καὶ εὑρὼν ἅπαντα τῷ φίλτρῳ παραχω ροῦντα, καὶ τὰ λυπηρὰ καὶ τὰ θυμήρη, καὶ τῆς ἀγάπης τὴν στέρησιν τῆς ἐν γεέννῃ κολάσεως πικροτέραν, καὶ δείξας ὡς, εἴπερ οἷόν τε ἦν, εἵλετο ἂν μετὰ τῆς θείας ἀγάπης τὴν ἠπειλημένην κόλασιν, ἢ δίχα ταύτης τὴν ἐπηγγελμένην τῶν οὐρανῶν βασιλείαν, μεθύων τῷ πόθῳ τὰ μὴ ὑφεστῶτα ζητεῖ, καὶ ταῦτα συγκρῖναι τῷ θείῳ φίλτρῳ φιλονεικεῖ. "Οὔτε ὕψωμα γάρ, φησίν, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν." 31.8 Οὐ γὰρ μόνον, φησί, πάντων ὁμοῦ τῶν ὁρωμένων καὶ ἀοράτων τὸ περὶ τὸν σωτῆρα καὶ ποιητὴν προτίθημι φίλτρον, ἀλλὰ καὶ εἴ τις ἑτέρα κτίσις ταύτης καὶ μείζων καὶ καλλίων ἀναφανείη, οὐ πείσει με τὴν ἀγάπην ἀλλάξα σθαι· ἀλλὰ κἂν τὰ θυμήρη τις παράσχῃ δίχα ταύτης, οὐ δέξομαι· κἂν ἐπαγάγῃ διὰ ταύτην τὰ σκυθρωπά, ἐπέρα στά μοι φανεῖται, καὶ λίαν ἐράσμια· καὶ ὁ διὰ ταύτην λιμὸς πάσης μοι τρυφῆς θυμηρέστερος, καὶ εἰρήνης ἡδίων ὁ διωγμός, καὶ ἡ γυμνότης ἁλουργίδος καὶ χρυσοπάστων ἱματίων χαριεστέρα, καὶ ὁ κίνδυνος πάσης ἀδείας γλυκύ τερος, καὶ ἡ βιαία σφαγὴ πάσης αἱρετωτέρα ζωῆς. Ἡ γὰρ αἰτία τῶν παθῶν, ψυχαγωγία μοι γίνεται. ∆ιὰ γὰρ τὸν ἐραστὴν ὁμοῦ καὶ ἐρώμενον δέχομαι τὰς τούτων νιφάδας. "Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν δι' ἡμᾶς ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ", ὃς πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Καί· "Ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα." Καί· "Ἐτα πείνωσεν ἑαυτόν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." Καί· "Ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν." Ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος, οὐκ ἂν δεξαίμην τῶν οὐρανῶν τὴν βασιλείαν, δίχα τῆς περὶ τούτων ἀγάπης· οὐκ ἂν φύγοιμι τὴν ἐν γεέννῃ τιμωρίαν, εἴπερ εἰκὸς ἦν τὸν ταύτην ἔχοντα κόλασιν ὑπομένειν. Τοῦτο καὶ ἀλλαχοῦ διδάσκει σαφῶς· "Ἡ γὰρ ἀγάπη τοῦ θεοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἀναστάντι." Οἱ τοίνυν μὴ ἑαυτοῖς ζῶντες, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθα νόντι καὶ ἀναστάντι, πάντα ὑπὲρ αὐτοῦ καὶ δρᾶσαι καὶ παθεῖν ἀσμένως ἀνέχονται. 31.9 Καὶ τὰ τῇ φύσει δὲ μέγαλα καὶ χαλεπὰ παθήματα, τῷ φίλτρῳ συγκρίνων, μικρὰ λέγει καὶ εὔφορα. "Τὸ γὰρ παραυτίκα, φησίν, ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ' ὑπερ βολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν." Εἶτα καὶ πῶς δεῖ συγκρίνειν διδάσκει· "Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια." Προσήκει γάρ, φησί, παρατιθέναι τοῖς μὲν παροῦσι τὰ μέλλοντα, τοῖς δὲ προσκαίροις τὰ αἰώνια, τῇ δὲ θλίψει τὴν δόξαν· ἡ μὲν γὰρ ἔχει τὸ παραυτίκα, ἡ δὲ τὸ αἰώνιον· τούτου χάριν αὕτη μὲν κούφη καὶ εὔφορος, ἐκείνη δὲ πολυ τελής τε καὶ βαρύτιμος. Ταύτῃ τοι καὶ τὸ καθ' ὑπερβολὴν ἀμφοτέροις προστέθεικε, καὶ τῷ ἐλαφρῷ τῆς θλίψεως, καὶ τῷ βάρει τῆς δόξης. Καὶ ταῦτα γάρ, φησίν, ὑπερβαλ λόντως καὶ σμικρά, καὶ κοῦφα, καὶ πρόσκαιρα· κἀκεῖνα ὡσαύτως μεθ' ὑπερβολῆς ἔνδοξα, καὶ πολυτελῆ, καὶ βαρύ τιμα, καὶ αἰώνια. Καὶ ἑτέρωθι ὁμοίως βοᾷ· "Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν ἀκαταστασίαις ὑπὲρ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι." 31.10 Τούτῳ καὶ ὁ μέγας Πέτρος τετρωμένος τῷ πόθῳ, οὐδὲ προμαθὼν τὴν ἐσομένην ἄρνησιν λαθεῖν κατεδέξατο· ἀλλ' ἄμεινον ὑπέλαβεν ἑπόμενος ἀρνηθῆναι, ἢ φεύγων ὁμολογῆσαι. Ὅτι γὰρ ἔρωτος ἦν καὶ οὐ θρασύτητος ἡ ἀκολούθησις ἔκγονος, τὰ