1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

18

ἑκάστῃ μίαν ἀπονέμεσθαι μοῖραν. Ἐκεκρίκει γὰρ ἑσπέρας καθ' ἑκάστην ἐσθίειν ἡμέραν, κόρον δὲ μὴ λαβεῖν μηδέποτε, ἀλλ' ἀεὶ μὲν πεινῆν, ἀεὶ δὲ διψῆν, προσφέρειν δὲ τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα. Ἔλεγε γὰρ ὡς ὁ διὰ πλειόνων ἡμερῶν σιτίων μεταλαγχάνων, ἀσθενέστερον μὲν ἐν ταῖς τῆς ἀπαστίας ἡμέραις τὰς δεσπο τικὰς λειτουργίας ἐπιτελεῖ· ἐν ᾗ δὲ πάλιν ἡμέρᾳ τῶν σιτίων μεταλαμβάνει, πλείονα, ὡς εἰκός, προσφερόμενος τὴν γαστέρα φορτίζει· βαρυνομένη δὲ αὕτη ὀκνηροτέραν περὶ τὴν ἀγρυπνίαν καθίστησι τὴν ψυχήν. Ἄμεινον τοίνυν ἔλεγεν εἶναι καθ' ἡμέραν μὲν μεταλαμβάνειν τροφῆς, κόρον δὲ περιμεῖναι μηδέποτε· ἀληθὴς γὰρ νηστεία ἡ διηνεκὴς ἔνδεια. Ταῦτα νομοθετῶν διετέλει ὁ θεῖος ἐκεῖνος ἀνὴρ καὶ σῶμα μέγιστον ἔχων καὶ τῶν ἐπ' αὐτοῦ πάντων ἀνθρώ πων μέγιστός τε ὢν καὶ κάλλιστος μικρῷ τοῦτο σιτίῳ διέτρεφεν. 3.4 Χρόνου δέ τινος διελθόντος δύο συνοίκους ἐδέξατο, Εὐσέβιον ὃς τῆς ἱερᾶς ἐκείνης καλύβης κληρονόμος ἐγένετο, καὶ Ἀγαπητὸν ὃς τὴν ἀγγελικὴν ταύτην νομοθεσίαν εἰς τὴν Ἀπαμέων μετεφύτευσε· κώμη γάρ τίς ἐστι μεγίστη καὶ πολυάνθρωπος, Νικέρτη δὲ ὄνομα ταύτῃ· δύο τοίνυν φιλοσοφίας ἐν ταύτῃ φροντιστήρια κατεσκεύασε μέγιστα, τὸ μὲν τῆς αὐτοῦ προσηγορίας ἐπώνυμον, τὸ δὲ τοῦ θαυ μαστοῦ Συμεώνου, ὃς πεντήκοντα ἐτῶν ἀριθμὸν ἐν ταύτῃ τῇ φιλοσοφίᾳ διέλαμψεν. Ἐν τούτοις μέχρι καὶ τήμερον πλείους ἢ τετρακόσιοι διάγουσιν ἄνδρες, ἀρετῆς ἀθληταὶ καὶ εὐσεβείας ἐρασταὶ καὶ τὸν οὐρανὸν τοῖς πόνοις ὠνούμενοι. Θεσμοθέται δὲ ταύτης τῆς πολιτείας Ἀγαπητὸς καὶ Συμεώνης, παρὰ τοῦ μεγάλου Μαρκιανοῦ τοὺς νόμους δεξάμενοι. Ἐκ δὲ τούτων μυρία ἐφυτεύθη ἕτερα ἀσκητῶν καταγώγια, τουτοισὶ τοῖς νόμοις κοσμούμενα ἃ οὐ ῥᾴδιον ἀριθμεῖν. Ἀλλὰ φυτουργὸς τούτων ἁπάντων ὁ θεσπέσιος ἐκεῖνος ἀνήρ· ὁ γὰρ τὸ σπέρμα τὸ κάλλιστον παρασχών, οὗτος καὶ τῶν φύντων ἀγαθῶν αἴτιος ἂν εἰκότως κληθείη. 3.5 Τὸ μὲν οὖν πρῶτον, ὡς ἔφην, μόνος τὴν ἐθελουσίαν ἐκείνην εἶχεν εἰρκτήν· ἔπειτα τοὺς δύο τούτους ὑποδεξάμενος, οὐ συνοίκους εἶχεν· οὐδὲ γὰρ αὐτῷ μόνῳ ὁ οἰκίσκος ἀπέχρη, σμικρὸς ὢν κομιδῆ, καὶ πολὺν αὐτῷ καὶ ἑστῶτι καὶ κατα κειμένῳ παρέχων πόνον. Οὔτε γὰρ ἑστὼς ἀνορθοῦσθαι οἷός τε ἦν, τῆς ὀροφῆς καὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα καμπτούσης, οὔτε κατακλινόμενος ἐκτείνειν τοὺς πόδας ἠδύνατο, ἰσόμετρον τῷ σώματι τοῦ οἴκου τὸ μῆκος οὐκ ἔχοντος. Ἕτερον οὖν αὐτοῖς ἐπιτρέψας κατασκευάσαι, ἐν ἐκείνῳ διάγειν ἐκέλευε καὶ καθ' ἑαυτούς τε ὑμνεῖν καὶ προσεύχεσθαι, καὶ τοῖς θείοις ἐντυγχάνειν λογίοις. Ἐπειδὴ δὲ ἔδει πλείονας τῆς ὠφελείας ταύτης μεταλαχεῖν, ἕτερον πόρρωθεν οἰκοδομηθῆναι καταγώγιον παρεγγυήσας, ἐν ἐκείνῳ διάγειν τοὺς βουλομένους ἐκέλευεν. Ἡγεμόνευε δὲ αὐτῶν ὁ Εὐσέβιος τὴν τοῦ μεγάλου Μαρκιανοῦ διδασκαλίαν διαπορθμεύων. Ὁ δὲ θεῖος ἐκεῖνος Ἀγαπητὸς παιδοτριβηθεὶς ὡς ἔδει, καὶ γυμνασάμενος καὶ τὴν ἀθλητικὴν ταύτην ἄριστα παι δευθεὶς ἐπανῆκεν, ὡς ἔφην, καὶ ἃ παρὰ τῆς θείας ἐκείνης ψυχῆς ἐδέξατο, κατέσπειρε σπέρματα. Οὕτω δὲ περιφανὴς ἐγένετο καὶ περίβλεπτος, ὡς καὶ τῆς ἀρχιερατικῆς προεδρίας ἀξιωθῆναι καὶ ποιμενικὴν ἐγχειρισθῆναι κηδεμονίαν, καὶ τῆς οἰκείας πατρίδος ἐμπιστευθῆναι τὴν ἐπιμέλειαν. 3.6 Εὐσέβιος δὲ ὁ θαυμάσιος, τῆς συναθροισθείσης προστα τεύων ἀγέλης, καὶ τοῦ διδασκάλου τὴν ἐπιμέλειαν ἀνεδέδεκτο, καὶ μόνος εἰς καιρὸν αὐτῷ φοιτᾶν καὶ πυνθάνεσθαι μή τι βούλοιτο ἠξιοῦτο. Ἐθελήσας δέ ποτε νύκτωρ ἰδεῖν ὅ τι πράττοι, ἐτόλμησε τῇ φωταγωγῷ-βραχεῖα δὲ ἦν αὕτη- πελάσαι· καὶ διακύψας ὁρᾷ φῶς οὐ λυχνιαῖον, οὐδὲ χειρο ποίητον, ἀλλὰ θεόσδοτον καὶ τῆς ἄνωθεν χάριτος, τῆς τοῦ