1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

34

καὶ φρονήματος ἐμφορῶν καὶ πρὸς μὲν τοὺς ὁμοφυεῖς μετριάζειν κελεύων, πρὸς δὲ τὸν πολέμιον μεγαλοφροσύνῃ κεχρῆσθαι παρεγγυῶν. 6.14 Τοιαῦτα διδάσκων, οὕτω βιοτεύων, τηλικαῦτα θαυματουργῶν καὶ τὰς παντοδαπὰς μαρμαρυγὰς ἀφιεὶς τῆς ἐπιπόνου ζωῆς τὸ τέλος ἐδέξατο καὶ εἰς τὸν ἀγήρω καὶ ἄλυπον ἀπεδήμησε βίον, ἄσβεστον κλέος καταλιπὼν καὶ μνήμην εἰς ἀεὶ διαμένουσαν. Τῆς τούτου δὲ εὐλογίας ἀπέλαυσε μὲν περιόντος ἡ μακαρία καὶ τρισμακαρία μου μήτηρ, καὶ πολλὰ τῶν τούτου μοι διηγημάτων πολλάκις προσήνεγκεν. Ἐγὼ δὲ νῦν τῆς δυνατῆς αὐτοῦ τυχεῖν πρεσβείας ἀντιβολῶ καὶ οἶδα ὡς τεύξομαι· δώσει γὰρ πάντως τὴν αἴτησιν, τὴν τοῦ δεσπότου φιλανθρωπίαν μιμούμενος. 7.t ΠΑΛΛΑ∆ΙΟΣ 7.1 Παλλάδιος δὲ ὁ πολυθρύλητος ὁμόχρονος τούτου γεγένηται καὶ ὁμότροπος καὶ συνήθης καὶ γνώριμος. Παρ' ἀλλήλους γάρ, ὥς φασι, φοιτῶντες τῆς παρ' ἀλλήλων ὠφελείας ἀπήλαυον, παραθήγοντες ἀλλήλους καὶ εἰς ζῆλον τὸν θεῖον ἐγείροντες. Ἐν οἰκίσκῳ δέ τινι καθεῖρκτο, κώμῃ μεγίστῃ καὶ πολυανθρώπῳ πελάζοντι· Ἴμμη δὲ ὄνομα ταύτῃ. Περὶ μὲν οὖν τῆς τοῦ ἀνδρὸς καρτερίας, ἀπαστίας τε καὶ ἀγρυπνίας καὶ τῆς διηνεκοῦς προσευχῆς περιττὸν ἡγοῦμαι διηγεῖσθαι· τὸν γὰρ αὐτὸν εἷλκεν ἐν τούτοις ἐκείνῳ τῷ θείῳ Συμεώνῃ ζυγόν. 7.2 Τὸ δὲ θαῦμα τὸ μέχρι καὶ τήμερον ᾀδόμενον τὸ ὑπὸ τῆς ἐκείνου καὶ φωνῆς γενόμενον καὶ χειρὸς προὔργου νενόμικα διηγήσασθαι. Πανήγυρις εἰς τὴν προειρημένην συναγείρεται κώμην τοὺς πάντοθεν ἐμπόρους ἐφελκομένη καὶ πλῆθος ἀριθμοῦ κρεῖττον ὑποδεχομένη. Ἐν ταύτῃ τις ἔμπορος, ἅπερ ἧκε φέρων ἀπεμπολήσας καὶ τὸ χρυσίον συναθροίσας, νύκτωρ ἀπαίρειν ἐβούλετο. Ἀνδροφόνος δέ τις τὸ συλλεγὲν ἐκεῖνο θεασάμενος χρυσίον, οἴστρου τινὸς καὶ μανίας ἐμφορηθεὶς τὸν μὲν ὕπνον τῶν βλεφάρων ἀπήλασε, τοῦ δὲ ἀνδρὸς ἐκείνου τὴν ἀποδημίαν ἐφύλαττεν. Μετὰ δὲ ἀλεκτρυόνων ᾠδὰς ὁ μὲν ἀπῆρε θαρρῶν· ὁ δὲ προλαβὼν καὶ τόπον τινὰ εἰς ἐνέδραν ἐπιτήδειον καταλαβὼν ἐξαπιναίως τε προσβαλὼν ἐπήνεγκε τὴν πληγὴν καὶ τὴν μιαιφονίαν ἐτόλμησεν. Προστίθησι δὲ καὶ ἕτερον τῷδε τῷ μύσει δυσσέβημα· τὸ γὰρ χρυσίον λαβὼν τὸ νεκρὸν ἐκεῖνο σῶμα παρὰ τὴν τοῦ μεγάλου Παλλαδίου προσέρριψε θύραν. 7.3 Ὡς δὲ ἡμέρα ἐγένετο καὶ ἡ φήμη διέδραμε καὶ ἡ πανήγυρις ἅπασα τὸ γεγενημένον ἐθρύλει, συνέθεον ἅπαντες καὶ τὴν θύραν διαρρήξαντες εὐθύνας εἰσέπραττον τῆς σφαγῆς τὸν θεῖον Παλλάδιον· εἷς δὲ τῶν τοῦτο δρώντων ἦν ὁ τὴν σφαγὴν αὐτουργήσας. Περιστοιχιζόμενος τοίνυν ὑπὸ τοσαύτης πληθύος ὁ θεσπέσιος ἄνθρωπος εἰς τὸν οὐρανὸν ἰδὼν καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς ἱκέτευε τὸν δεσπότην τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος καὶ δήλην ἀποφῆναι τὴν κεκρυμμένην ἀλήθειαν. Οὕτως εὐξάμενος καὶ τῆς τοῦ κειμένου λαβόμενος δεξιᾶς· "Εἰπέ, ἔφη, ὦ νεανία, τίς σοι ταύτην ἐπήνεγκε τὴν πληγήν; ∆εῖξον τὸν τοῦ μύσους αὐθέντην καὶ τὸν ἀθῷον ἀπόφηνον τῆς πονηρᾶς ταύτης συκοφαντίας ἐλεύθερον." Ἠκολούθει δὲ τῷ μὲν λόγῳ ὁ λόγος, τῇ δεξιᾷ δὲ ὁ ἄνθρωπος καὶ καθήμενος περιεσκόπει μὲν τοὺς παρόντας, ὑπεδείκνυ δὲ τῷ δακτύλῳ τὸν ἀνδροφόνον. Βοὴ δὲ πάντων ἐγένετο καὶ τὸ θαῦμα ἐκπληττομένων καὶ τὴν γεγενημένην συκοφαντίαν ὀδυρο μένων. Ἀποδύσαντες δὲ τὸν μιαιφόνον ἐκεῖνον καὶ τὴν μάχαιραν εὗρον ἔτι πεφοινιγμένην τῷ αἵματι, καὶ τὸ χρυσίον ἐκεῖνο τὸ τῆς σφαγῆς γεγενημένον πρόξενον. Ὁ δὲ θεῖος Παλλάδιος καὶ πάλαι ὢν ἀξιάγαστος, ἀξιαγαστότερος εἰκότως ἐντεῦθεν ἐγένετο· ἱκανὸν γὰρ ἦν τὸ θαῦμα