1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

11

οἰκίσκον τινὰ βραχὺν σφίσιν ἐπιτρέψαι δείμασθαι τοῖς τοῦδε τοῦ ὄψου ἀποχρῶντα ἀγγείοις. Ὁ δὲ τὰ μὲν πρῶτα τὴν αἴτησιν οὐκ ἐδέχετο. Ὀψὲ δέ ποτε πεισθείς-ἐδιδάχθη γὰρ ὑπὸ τοῦ μεγάλου Παύλου μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τοῖς ταπεινοῖς συνα πάγεσθαι-, ἐδίδου μὲν τοῦ οἰκίσκου τὰ μέτρα βραχέα τινὰ καὶ σμικρά, ἀπῄει δὲ πόρρω τοῦ ἄντρου τὰς συνήθεις τῷ θεῷ ἱκετείας προσοίσων. Εἰώθει γὰρ πεντήκοντα μὲν πολλάκις σταδίους, ἔστι δ' ὅτε καὶ δὶς τοσούτους, κατὰ τὴν ἔρημον βαδίζων καὶ πάσης ἑαυτὸν ἀνθρωπίνης συνουσίας χωρίζων καὶ εἰς ἑαυτὸν νεύων καθ' ἑαυτὸν ὁμιλεῖν τῷ θεῷ καὶ τὸ θεῖον ἐκεῖνο καὶ ἄρρητον κατοπτρίζεσθαι κάλλος. Ταύτης λαβόμενοι τῆς σχολῆς οἱ τῆς ἐκείνου κηδεμονίας ἠξιωμένοι τῇ μὲν χρείᾳ σύμμετρον, μείζονα δὲ ἢ ἐπετάχθησαν, τὸν οἰκίσκον ἐδείμαντο. Ἐπανελθὼν δὲ μετὰ δεκάτην ἡμέραν, οἷά τις Μωϋσῆς, ἀπὸ τοῦ ὄρους καὶ τῆς ἀφράστου θεωρίας, καὶ θεασάμενος μείζονα ἢ ἐβούλετο τὴν οἰκοδομὴν γεγενημένην· "∆έδοικα, ἔφη, ὦ ἄνδρες, μὴ τὰ ἐπὶ τῆς γῆς εὐρύνοντες καταγώγια σμικρύνωμεν τὰ οὐράνια. Καίτοι ταῦτα μέν ἐστι πρόσκαιρα καὶ ἐπ' ὀλίγον ἡμῖν ἐπιτήδεια, ἐκεῖνα δὲ αἰώνια καὶ πέρας λαβεῖν οὐ δυνάμενα". Καὶ ταῦτα μὲν ἔλεγε, τὰ τελεώτερα τὸν χορὸν ἐκπαιδεύων· ἠνείχετο δὲ ὅμως, τῆς ἀποστολικῆς ἐπακούσας φωνῆς· "Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν". 2.5 Ἐξεπαίδευσε δὲ κἀκείνους ἔνδον μὲν κοινὴν τῷ θεῷ τὴν ὑμνῳδίαν προσφέρειν, μετὰ δὲ τὴν ἕω ἀνὰ δύο κατὰ τὴν ἔρημον ἐξιέναι, καὶ τὸν μὲν τὰ γόνατα κάμπτοντα τὴν ὀφειλομένην τῷ δεσπότῃ προσφέρειν προσκύνησιν, τὸν δὲ ᾄδειν ἑστῶτα ψάλμους δαυϊτικοὺς πεντεκαίδεκα, εἶτα ἐναλλάττειν τὸ ἔργον, καὶ τὸν μὲν ἀνιστάμενον ᾄδειν, τὸν δὲ εἰς γῆν κατακύπτοντα προσκυνεῖν· καὶ τοῦτο ἐξ ἑωθινοῦ μέχρι δείλης ὀψίας διετέλουν ποιοῦντες. Πρὸ δὲ ἡλίου δυσμῶν βραχύ τι διαναπαυόμενοι, εἰς τὸ ἄντρον οὗτοι μὲν ἔνθεν, ἐκεῖνοι δὲ ἐκεῖθεν, πάντες δὲ πανταχόθεν συνῄεσαν, καὶ τὴν ἑσπερινὴν ὑμνῳδίαν κατὰ ταὐτὸν τῷ δεσπότῃ προσέφερον. 2.6 Εἰώθει δὲ καὶ αὐτὸς ὁ Πρεσβύτης ἕνα τινὰ τῶν ἐπιση μοτέρων κοινωνὸν τῆς λειτουργίας λαμβάνειν. Εἵπετο δὲ αὐτῷ συχνότερον ἀνήρ τις, τὸ μὲν γένος Πέρσης, τὸ δὲ εἶδος μέγας καὶ ἀξιάγαστος, θαυμασιωτέραν τοῦ εἴδους τὴν ψυχὴν κεκτημένος- Ἰάκωβος ὄνομα αὐτῷ-, ὃς καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ἐν πάσῃ μὲν διέλαμψεν ἀρετῇ. Ἐπίσημος δὲ καὶ περίβλεπτος ἦν οὐ τοῖς αὐτόθι μόνοις, ἀλλὰ καὶ τοῖς ἐν τῇ Συρίᾳ τῆς φιλοσοφίας φροντιστηρίοις, ἐν οἷς καὶ ἐτελεύτα βιώσας, ὡς λέγεται, τέτταρα καὶ ἑκατὸν ἔτη. Οὗτος τῷ μεγάλῳ Πρεσβύτῃ τῆς ἐπὶ τὴν ἔρημον κοινωνήσας ὁδοῦ πόρρωθεν εἵπετο· οὐ γὰρ εἴα πελάζειν ὁ διδάσκαλος, ἵνα μὴ πρόφασις αὐτοῖς τοῦτο διαλέξεως γένηται, ἡ δὲ διάλεξις κλέψῃ τοῦ νοῦ τὴν περὶ τοῦ θεοῦ φαντασίαν. Ἑπόμενος δὲ ὁρᾷ κατὰ τὴν ὁδὸν δράκοντά τινα παμμεγέθη κείμενον· εἶτα θεασάμενος προβῆναι μὲν οὐκ ἐθάρρησεν, ἐκκλῖναι δὲ πολλάκις ὑπὸ τοῦ δέους ἐθελήσας, ἀνερρώσθη πάλιν τὸν λογισμόν· ἔπειτα κύψας, καὶ ψηφίδα λαβών, καὶ ταύτην ἀκοντίσας, ἑώρα τὸν δράκοντα ἐπὶ σχήματος μένοντα καὶ κινεῖσθαι παντελῶς οὐ δυνάμενον. Συνιεὶς δὲ ὡς νεκρὸς εἴη, ἔργον ὑπέλαβεν εἶναι τοῦ Πρεσβύτου τοῦ θηρίου τὸν θάνατον. Τὴν δὲ ὁδὸν ἐξανύσας, καὶ τῆς ὑμνῳδίας τὴν λειτουργίαν πεπληρωκώς, ὡς ὁ τῆς ἀναπαύλης ἧκε καιρός, καθίσας ὁ Πρεσβύτης καὶ αὐτῷ τὸ σῶμα διαναπαῦ σαι μικρὸν παρηγγύησε, καὶ τὸ μὲν πρῶτον καθῆστο σιγῶν· ἐπειδὴ δὲ ὁ Πρεσβύτης τινὸς ἥψατο διαλέξεως, μετά τινος μειδιάματος ἱκέτευεν ὁ Ἰάκωβος δῆλον αὐτῷ ποιῆσαι τὸ ἀγνοούμενον. Τοῦδε ἔρεσθαι ἐπιτρέψαντος· "Εἶδον, ἔφη, κατὰ τὴν ὁδὸν δράκοντα μέγιστον ἐρριμμένον, καὶ τὸ μὲν πρῶτον ἐδεδίειν, ζῆν τοῦτον ὑπολαμβάνων· ἐπειδὴ δὲ τεθνεῶτα ἐθεασάμην, θαρρήσας τὴν πορείαν ἐποιησάμην. Εἰπέ μοι, ἔφη, ὦ πάτερ, τίς τοῦτον ἀπέκτεινεν; σὺ γὰρ ἡγοῦ τῆς