1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

41

ὅλον ἧκεν ἄγων τὴν ὑμετέραν ἐπιστο λήν, καὶ εἴγε μοι τὰ Κροίσου κεκόμικε τάλαντα, οὐκ ἂν οὕτως εὐμενέσιν εἶδον αὐτὸν ὀφθαλμοῖς. ἄλλοις μὲν γὰρ ἄλλος μέγα φρονεῖ, ὁ Λυδὸς χρυσῷ ὁ Σπαρτιάτης τῷ δόρατι, χορδαῖς Ἀρίων καὶ κρούσμασιν, ἐμοὶ δὲ σεμνολό γημα σή τε θέα καὶ γράμματα σὰ καὶ πᾶν ὅ τι ἂν ὑμῶν ἀπολαύειν ἐξῇ· ὥστε τῷ νέῳ καὶ μισθὸν ἡμεῖς ἐκ τῶν δικαίων ὀφείλομεν, ὃν οὐκ ἀποδιδόντες εἰκότως ἂν αἰσχυνοίμεθα. ὁ δὲ μισθὸς οὐ μὰ ∆ία χρυσὸς οὐδὲ λίθοι τινὲς Ἰνδικαίοὔτε γὰρ τούτων πλουτῶ, οὔτε τούτων θηρεύσων ὁ νέος ἀφῖκται ἀλλ' οὐδὲ λόγων κάλλοςοὐ γὰρ Μουσῶν εὔφορος ἐγώ, οὐδὲ τοῖς ἐξ Ἀττικῆς ἐναβρύνομαι, ταῦτα γὰρ εὐδαιμόνων εὐτύχησαν παῖδεςἀλλ' εἰ τὴν ἐμὴν δόσιν ἥτις ἐστὶν ἐθέλεις σκοπεῖν, εὔνοιά τε καὶ προθυμία· τούτων γὰρ κύριος ἐγώ, ∆ημοσθένης φησίν, τῶν δὲ ἄλλων τύχη καὶ Μοῦσαι πρὸς τὸ δοκοῦν αὐταῖς τὴν δωρεὰν πρυτανεύουσαι. 166 Μεγέθιος Προκοπίωι Ὅτε πρῶτον εἰς μέσους ἡμᾶς τὸν ἐπιτάφιον λόγον παρῆγες, τοσοῦτον ἥσθην ταῖς Ἀττικαῖς σου μελίτταις, ὥστε καὶ ἡγούμην τὸν Μουσηγέτην αὐτὸν συνεργάσασθαί σοι μετὰ τῶν Χαρίτων τὸν λόγον. ἐφ' ἑκάστῳ μὲν οὖν τῶν ὀνομάτων ἐγώ τε καὶ ὅσοι τῶν ἀκροωμένων ἐνέπλησα τότε κροτῶν τὸ θέατρον βοῶντες ἕκαστοι τὸ Στεντόρειον. ὡς δὲ κατὰ τὴν πόλιν γεγόνα μεν, ἐντεῦθεν μᾶλλον ἐπετείνετό σοι τὸ θαῦμα, καὶ ἦν ἐν τοῖς ἁπάντων στόμασι τὰ χρυσᾶ σου γεννήματα, κρινόντων μὲν ταῦτα πρὸς ἄλληλα, τῷ μή τι παραπλήσιον εἶναι, ἀπορουμένων δὲ ποῖα δεῖ μᾶλλον τῶν ἄλλων στεφανῶσαι τοῦ κάλλους. ἴσαι γὰρ προσέβαλλον Χάριτες. ἐπεὶ οὖν ὅσοις δι' ἀσχο λίαν ἀνηκόοις γενέσθαι τοῦ λόγου συμβέβηκεν, ἱκέτευον ἀπογεύσασθαι δι' ἐμοῦ τῆς Ἀττικῆς σου μελίττης, πέμπε τὸν λόγον, εὖ εἰδὼς ὡς μυρίοις αὖθις αὐτὸν καταστέψαντες τοῖς ἐγκωμίοις εἰς τάχος ἀποστελοῦμεν.