1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

6

ἀπειληφέναι τὰς Μούσας, ἔνθους τε ἦν ὑφ' ἡδονῆς καὶ οὐκ εἶχον ὅ τι καὶ γένωμαι, ὥσπερ οἱ ∆ελφοὶ ἐπειδὰν [ὡς] ἐξ Ὑπερβορέων ἐλθόντος Ἀπόλλωνος τὸ πρὶν σιγῶντες πλήρεις ἐξαίφνης γένωνται τοῦ θεοῦ. τοιοῦτος ἦν τις ἐγώ, πάντα θαυμάζων, τῶν ὀνομάτων τὴν ὥραν, τὴν πρὸς ἄλληλα τούτων ἁρμονίαν, τὸ διὰ πάν των κάλλος ἐπιφαινόμενον, καὶ τὸ δὴ μέγιστον, τοὺς ὑμετέρους τρόπους, ἐξ ὧν ἡμῖν προῆλθε τὰ γράμματα. καί σοι πολλὰ κἀγαθὰ γένοιτο τοιαύτην ἡμῖν ἀποδεδωκότι τὴν ἑορτήν. ἀλλὰ γὰρ "1μία χελιδὼν ἔαρ"2 φησὶν "1οὐ ποιεῖ"2. οἷον δὲ καὶ ἡ προλαβοῦσα χελιδὼν εἰς ἔαρος ἤρκεσε χρείαν; εἰ δὲ καὶ δευτέραν προσθείης καὶ τρίτην, εἶτα πολλάς, οὐδὲν ἂν εἴη παρ' ἡμῖν οὔτε Κροῖσος ἐκεῖνος οὔτε χρυσῷ ῥέων ὁ Πακτωλός. τοὺς δὲ ὑμετέρους παῖ δας εἶδον ἡδέως καὶ ὥσπερ δι' εἰκόνος ἀνηγόμην πρὸς σέ. ὅθεν ηὐξάμην καὶ πλείους ἰδεῖν, καὶ εἰ δεῖ μεγάλα λέγειν, τοῦ πατρὸς ἀμείνους. ἀλλ' οὖν εὐχομένῳ ῥᾴδιον λέγειν ὅσα γε βούλεται, καὶ μιμεῖσθαι τὸν Ἕκτορα. τὸν δὲ ἑταῖρον ∆ωρόθεον αὐτόν με δόκει παρόντα προσάγειν ὑμῖν, καὶ λέγειν ἄλλο μὲν οὐδέν, πληρῶσαι δὲ τούτῳ ἃς ἐλπίδας αὐτὸς παρέσχε τὰ ὑμέτερα διηγούμενος. εἰ δὲ καὶ δι' ἐμέ τι πλέον ἕξειν ἐλπίζει, ὑμέτερον ἂν εἴη μὴ ψευσθῆναι τοῦτον τῆς γνώμης. συστήσει δὲ τὸν νέον ὑμῖν καὶ τρόπος ὁμοῦ καὶ σπουδή, ἅπερ εἰ ἦν αὐτὸν ἅμα τῇ θέᾳ παραστῆσαι σαφῆ, οὐδὲν ἂν ἴσως ἔδει τῶν ἡμετέρων γραμμάτων. νῦν δὲ δι' ἐμὲ τὰ πρῶτα τιμήσας, ὕστερον οἶμαι θαυμάσεις καὶ δι' αὐτόν. οἶμαι δὲ καὶ τὸν ἑταῖρον Ἀναστά σιον εὐμενέσιν ὑμᾶς ἰδεῖν ὀφθαλμοῖς, ὃς καὶ τὸ ἡμέτερον ἐπιγράφεται γένος. τί γὰρ δεῖ πλέον εἰπεῖν πρὸς ἄνδρα πάλαι τε φίλον καὶ νῦν οὐδὲν ἧττον εὐνοεῖν ᾑρημένον; 17 Φιλίππωι ἀδελφῶι Πάλιν γράμματα παρ' ἡμῶν καὶ πάλιν τῶν σιωπώντων ὑμεῖς. καὶ δέ δοικα μὴ καὶ φλυαρίαν ἡμῶν τινα καταγνῷς. παντελῶς γὰρ σιγῶν καὶ τοὺς ὁπωσοῦν λαλοῦντας φλυάρους εἶναι δοκεῖς. εἰ δὲ σὺ τοὺς φίλους ἀπὼν παρορᾷς, πᾶσι τοῖς ἀποῦσι λείπεται τὸ σιγᾶν. οὐκοῦν γενοῦ πάλιν ἐκεῖνος καὶ φθέγγου πρὸς ἡμᾶς· οἱ γὰρ ἀγαθοὶ μὴ τὸ προσῆκον ποιοῦντες παρά δειγμα πρόκεινται τοῖς πλημμελεῖν βουλομένοις. σὲ δ' ἂν βουλοίμην καὶ γνώρισμα φέρειν ἀνδρὸς μηδ' ἂν εἴ τι γένοιτο τῶν προσηκόντων ὑπερορῶν τος. πρὸς δὲ τὴν χρείαν τὴν ὑμῖν γραφεῖσαν οὕτω σπουδαίους ἑαυτοὺς ἐπιδείξατε, ὡς ὑμῖν ταύτην ἀνύοντες. ὀκνῶ γὰρ εἰπεῖν ὡς καὶ πλείονα τὴν προθυμίαν γενέσθαι βούλομαι παρ' ὑμῶν. ἀντὶ γὰρ πλείστων χαρίτων μίαν ταύτην ἐκτίνομεν τῷ δεομένῳ τῆς χρείας. 18 Ζαχαρίαι ἀδελφῶι Ὡς ἔοικεν, ὦ λῷστε, τῶν εἰς ἡμᾶς σκωμμάτων οὔποτε παύσῃ. μηδέ γε παύσαιο τούτων, ὦ πάντες θεοί. ὡς ἐγὼ λεγομένων ἀκούων προσγελῶ τε τοῖς γράμμασι, καὶ πρὸς ὑμᾶς ἀφικνοῦμαι τῇ διανοίᾳ, καὶ λέγειν τι δοκῶ πρὸς ὑμᾶς καὶ λεγόντων ἀκούειν. ὥστ' εἴ σοι μέλει τῆς ἐν τοῖς γράμμασι χάριτος, μέλει δὲ πάντως"1βάλλ' οὕτω"2 καὶ μείζονα χαρίζεσθαι δόξεις ἢ εἴ μοι παρεῖχες Κροίσῳ γενέσθαι. κάλει δὲ πάλιν σοφιστὴν καὶ λέγε κρότων ἐρᾶν, ὀφρῦν τε προστίθει καὶ τῦφον καὶ πᾶν ὅ τί σοι φίλον. πολλάκις δὲ καὶ σοφι στὴν εἰπὼν ἀπηλλάγης, ὡς ταὐτὸν ὂν τοῦτο εἰπεῖν καὶ ἀλαζόνα καλέσαι. ἐγὼ δὲ τὴν μὲν ἐμὴν τέχνην οὐκ ἂν ἀρνησαίμην· εἰ δὲ ταύτης ἴδιον τὸ πρὸς ἀλαζονείαν ἐπαίρειν, καί σοί που μέτεστιν ἄγαν τῆς τέχνης, ὥστε δέδοικα μὴ ὅσον ταύτης μετέχεις ... ἀλλὰ γὰρ αἰδοῖ τῇ πρὸς σὲ σιωπήσομαι. ἴσως δὲ θαυμάζεις εἰ σοφιστὴς ὢν καὶ τὸ ἔαρ ἤδη θεώμενος, δέον ἐμπομπεῦσαι τῷ λόγῳ, εἶτα παρῆλθον σιγῇ· καί που ζητεῖς ἐν τοῖς γράμμασιν ἄνθη καὶ χελιδόνας καὶ θαλάττης μεταβολὴν ἥμερον, τόν τε Ἄδωνιν τὸν καλὸν καὶ τὴν Ἀφροδίτην ἐκείνην τὴν παραδόξως ἐρῶσαν, καὶ ὅτι μὴ τὸ ῥόδον ἀκούεις καὶ τὴν ἐπ' αὐτῷ χάριν πάλιν θαυμάζεις. ἐγὼ δὲ τοιοῦτον οὐδὲν ἂν εἴποιμι καὶ μάλιστά γε πρὸς σέ, μήποτε πάλιν γελάσας ἀπειρόκαλόν με καὶ σοφιστὴν ὀνομάσῃς. 19 Ἐπιφανίωι ∆εινὸς ἄρα τις ἦσθα κινεῖν ὃν ἂν ἐθέλῃς πρὸς λόγον καὶ σιωπήν, καί μοι δοκεῖς παραπλήσιόν τι ποιεῖν, ὥσπερ ἂν εἴ τις λύραν ἔχων, κεχρῆσθαι ταύτῃ μαθών, νῦν μὲν ὑφαίνοι μέλος, νῦν δὲ τῶν κρουμάτων ἀπόσχοιτο.