1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

7

εἰ γάρ τι παρὰ ταῦτα κρεῖττον νομισθείη, εὐθὺς πρὸς ἐκεῖνο γίνεται, καὶ οὐδὲν ἂν εἴποι μουσικὸν οὔτε αὐτὸς οὔτε ἡ λύρα. καὶ σοῦ σιωπῶντος ἡμῖν πρὸς τὰ καινότερα μεταβεβλημένου κατηφεῖς εὐθὺς καὶ σιωπῶντες οἱ πάλαι μὲν φίλτατοι, νῦν δὲ ἴσως φίλοι. ἀλλ' οἶδα πόθεν τὸ πρᾶγμα. οἱ νόμοι σε παρα σκευάζειν ἠνάγκασαν σεμνὸν ταῖς ὀφρύσιν ἀνέλκειν, εἶτα φρόνημα νομο θέτου λαβὼν καὶ δόξας ἤδη τὰ Ῥωμαίων ἄγειν τῇ ψήφῳ, τοσοῦτον ἡμῶν κατεπήρθης. ἀλλ' ἐπειδή σε μόλις ὑπεισῆλθε τῆς παλαιᾶς συνηθείας λόγος καὶ μνήμη, εἴθε μὲν καὶ πάλαι γέγονε τοῦτοὅμως δέ, τῆς σῆς γλώττης μετὰ τῶν χελιδόνων ἡδύ τι φθεγγομένης ἀκούσας διανίσταμαι τῇ ψυχῇ καὶ λαμπρότερόν μοι τὸν ἥλιον προσβάλλειν δοκῶ, καὶ νῦν ὄντως ἔαρ ἐμοί. ἀλλὰ γένοιο λοιπὸν ἡμῖν εὐμενής, καὶ μηκέτ' ἔλθῃς παλαιῶν ἐρώτων εἰς λήθην. 20 Στρατηγίωι καὶ Ἰλασίωι Πάλιν ὑμῖν ἐκ τῶν ἀμπέλων ἰχθῦς, καὶ ἀγροὶ τὰ τῆς θαλάσσης, ὡς ἔοικε, χορηγοῦσι, καὶ ἅμα χωρία καὶ θάλατταν ὑμῖν ὑπάρχει τρυγᾶν καὶ πῆ μὲν βότρυς λαμβάνειν πῆ δὲ πάλιν ἰχθῦς. καὶ ἔοικεν ἡ θάλαττα τοὺς ὑμετέρους τρόπους μιμεῖσθαι· ὑμεῖς τε γὰρ προθύμως χορηγεῖτε, κἀκείνη πρὸς τὴν ὑμετέραν ὑπουργεῖν ἐθέλει φιλοτιμίαν. ἡ δὲ παρ' ἡμῖν θάλαττα ἴσα καὶ ἠπειρώτας ἡμᾶς ἀπεργάζεται, πλὴν ὅτι παρέχει τὰ κύματα καὶ χορηγεῖ τὴν ἐξ αὐτῆς ἀπειλὴν ἰχθύων χωρίς. 21 Σοσιανῶι Εἴ τις χρημάτων ἐστὶν ἐραστής, οὐδὲν ἂν ἡδέως ἢ ταῦτα λέγοι καὶ λεγόν των ἄλλων ἀκούσειεν. εἰ δὲ καὶ χρυσὸν ἄγων παράσχοις, ἔχεις τὰ πρῶτα τῆς παρ' ἐκείνῳ τιμῆς. ὅτῳ δὲ ἐν ὅπλοις τὰ πράγματα, καλὴν οὗτος ἀσπίδα λαβὼν ἐφρόνησέ τε μέγα καὶ τῇδε κἀκεῖσε περιφέρων τὸ κτῆμα πληροῦται μᾶλλον τοῦ Ἄρεος. ἀνδρὶ δὲ ἀγαθῷ τί πράττων ἄν τις χαρίσαιτο ἢ παρα πλησίους ἄνδρας παρέχων ἰδεῖν; ὅθεν σε τοιοῦτον εἰδὼς καὶ γεγονότα καὶ εἶναι βουλόμενον, τὸν σχολαστικὸν ∆ιόδωρον ἀγνοεῖν οὔ μοι πρέπον ἐφαί νετο, ἀλλ' ἄγω καὶ δίδωμι σοὶ μὲν ἐκεῖνον, ἐκείνῳ δὲ σέ, ἀμφοτέροις ὑμῖν χαριεῖσθαι νομίζων, εἰ ἀλλήλων ἐν πείρᾳ γενήσεσθε. ἐπαινέσει δέ με πάντως ἑκάτερος οἷα τοῖς φίλοις προξενεῖν ἠπιστάμην. 22 Ἰωάννηι Ὁ λογιώτατος ∆ιόδωρος λύσις ἡμῖν ἔστω τῆς πρὸς ἀλλήλους σιγῆς, καὶ σὲ γράφειν ἀπαιτῶν καὶ τὰ παρ' ἡμῶν σοι διδούς. φίλος μὲν γὰρ οὗτος ἐμός, ἤδη δὲ πρὶν ἰδεῖν καὶ σὸς ἐτύγχανεν ἐραστής· οἱ γὰρ ἐξ ἡμῶν λόγοι τὰ περὶ σοῦ διηγούμενοι καὶ πρὸ τῆς θέας ἐποίουν τὸν ἔρωτα. ὁ γὰρ ἀνὴρ ἐρωτικός ἐστι τῶν καλῶν καὶ πολυπραγμονεῖ τοὺς χρηστούς, ὥσπερ δεδιὼς μή ποτέ τις τοιοῦτος ὢν διαλάθῃ. καὶ τί σοι τὰ περὶ τούτου λέγειν με δεῖ; πάντως γὰρ τῇ πείρᾳ τοῦτον μαθὼν ἐλάττω νομίσεις τὸν ἔπαινον καὶ ἀσθενῆ με καλέσεις ῥήτορα, ὡς οὐδὲ τὰ προσόντα λέγειν δυνάμενον. 23 ∆ιοδώρωι Τοῦτο ἐκεῖνο ὃ καὶ προσδοκῶντί μοι γέγονεν. ᾤμην γὰρ εὐθὺς ὡς ἐκεῖσε γενόμενος, ἀρχόντων ὁρῶν βῆμα καὶ ῥητόρων χορὸν καὶ προσφύγων ὄχλον ἑπόμενον, πλησθήσῃ μὲν αὐτίκα φρονήματος, κἂν λαλεῖν τις ἐθέλῃ μόνον οὐκ ἀνέξει τοῦ λέγοντος· ἡμῶν δὲ λόγος ἔσται βραχύς, καὶ "1τί μοι τοὺς ἐν σκότῳ κεκρυμμένους ἐκείνους;"2 λέξεις που πάντως περὶ ἡμῶν. εἰ δὲ καὶ χαμαὶ ἐρχομένους προσείποις, οὐδὲ τοῦτο θαυμάσαιμι. τὸ αὐτὸ καὶ προσ εδόκων καὶ γέγονε τοῦτο τῶν καθ' ἡμᾶς ῥητόρων τὸ φρόνημα, οἳ καὶ πρόσφυγας τοὺς ἄλλους καλοῦσι, τὰ καθ' ἑαυτοὺς ἀποσεμνύνοντες πράγ ματα. καὶ νῦν δοκεῖς φίλους ἡμᾶς ᾑρῆσθαι τὸ πρότερον, οὐκ ἀξίους κρίνας, ὥσπερ εἰκός, ἀλλ' ὅτι κρειττόνων ἀπορίᾳ τοῖς παροῦσιν ἐκέχρησο, καὶ μεταμέλει σοι πάντως τοῦ χρόνου ὃν παρ' ἡμῖν ἀναξίως διέτριβες. καὶ νῦν δέδοικα γράφων μὴ καὶ πρὸς τὴν παρ' ἡμῶν δυσχεράνῃς ἐπιστολήν. ἐγὼ δέ σε καλῶς πράττειν εὐξαίμην· κἂν δέῃ πάλιν καταφρονεῖσθαι, λυπηρὸν μέν, οἴσομεν δ' οὖν ὅμως τῇ σῇ τύχῃ παραμυθούμενοι. 24 Ζαχαρίαι καὶ Φιλίππωι Τῆς μὲν προλαβούσης σιωπῆς τὴν αἰτίαν ὁ χειμὼν ἀποφερέσθω τὰ εἰωθότα λυπῶν· τῆς δ' ἐντεῦθεν, εἴ τις ἄρα καὶ γένοιτο, ὑμεῖς ἂν εἰκότως ὑπέχοιτε τὰς εὐθύνας. καίτοι γε ἡλίκον τοῖς ποθοῦσι πρᾶγμα τῶν παιδι κῶν ἡ σιγή, πῶς ἄν τις παραστήσαι τοῖς μὴ πρὸς πεῖραν ἐλθοῦσι τοῦ πράγματος; ὑμεῖς δ' ἂν εἰδείητε