1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

39

παίγνια, μεταποιούσης ἀεὶ πρὸς τὸ δοκοῦν τὰ ἡμέτερα καὶ μηδὲν ἑστάναι συγχωρού σης ἐπὶ τοῦ σχήματος, ταῦτα μὲν σιωπήσω πρὸς ἄνδρα πάλαι κατεγνωκότα τῶν ἐπὶ γῆς καὶ τὴν τύχην νικῶντα δι' ὧν ὑπερορᾷ, μηδὲν ἐκείνης θαυμάζειν ἐθέλων· τοσοῦτον δὲ μόνον ὑπομνήσω, ὡς οὐδὲν οὕτως ἡμέτερον ὡς ἡμεῖς ἑαυτῶν. τί δὲ ἡμεῖς; οὐ σῶμα δήπου τοῦτό γε τὸ ῥευστόν, οὐδὲ χρημάτων ὕθλος, οὐδ' ὅσα τὴν ἰσχὺν παρασκευάζει τῇ τύχῃ, ἀλλὰ ψυχὴ λογικὴ δι' οὕστινας δὴ λόγους πεπεδημένη τῷ σώματι. ὅθεν οἱ φρονεῖν ἐγνωκότες τὰ δέοντα πᾶν ὁτιοῦν παρὰ ταύτην ἀπεσκευάζοντο ὥσπερ ἄχθος ἀλλότριον, μηδὲν πρὸς ἰδίαν οὐσίαν ταῦτα τείνειν ἡγούμενοι, καὶ οὐδὲν ἐποιοῦντο τῆς γνώμης ἐμπόδιον, οὐ σώματος αἰκισμόν, οὐ χρημάτων ἀποβολήν, οὐ καιροῦ δυσκολίαν, ἀλλ' εἰς ἑαυτοὺς ἀνατρέχοντες ἐλεύθεροί τε ἦσαν καὶ μίαν ηὐλα βοῦντο ζημίαν τῆς ἀρετῆς ἐκπεσεῖν καὶ χρημάτων πόθῳ καὶ φειδοῖ τοῦ σώματος ἐν ἀνδραπόδου λόγῳ τετάχθαι, τὸ κρεῖττον ἀναξίως ὑποβαλόντες τῷ χείρονι καὶ θαυμάζοντες ἄνδρας ὑβριστὰς πάντα μᾶλλον πλουτοῦντας ἤπερ αὐτούς. ὅθεν ὁ μὲν ὡς ἀλλοτρίῳ κεχρημένος τῷ σώματι τὴν ἐλευθέραν ἐκείνην φωνὴν "1πτίσσε"2 λέγων "1πτίσσε τὸν Ἀναξάρχου θύλακον, αὐτὸν γὰρ Ἀνάξαρχον οὔποτε πτίσσεις"2· ὁ δὲ τῶν ὑπαρχόντων ἐκβολὴν αὐθαί ρετον ποιησάμενος "1Κράτης"2 ἔλεγε "1Κράτητα ἐλευθεροῖ"2. ταῦτα καὶ τὰ τοι αῦτα γενναίας ὄντως ψυχῆς, ἥτις ἑαυτῆς ἐστὶ πατοῦσα τὰς ἡδονὰς καὶ τοῖς καιροῖς οὐκ οἶδε συμμετατίθεσθαι. μέμνησο τοίνυν, ὡς Ἐπικτήτῳ δοκεῖ, ὅτι ὑποκριτὴς εἶ δράματος οὗ ἂν ἐθέλῃ ὁ ποιητής· καὶ Πλάτωνι δέ που δοκεῖ, ὡς ὁ σοφὸς εὐδαίμων, κἂν πάντα δὴ τὰ μὴ ἐπὶ τούτῳ πράττῃ κακῶς. ἡνίκα γὰρ τὰ ἐφ' ἡμῖν εὐπραγῇ, τῶν ἔξωθεν δήπουθεν ὀλίγη φροντίς. ἑτέρῳ γὰρ ἐκεῖνα φέρεται ῥεύματι. 160 Φιλίππωι ἀδελφῶι Τὸν ταύτην ὑμῖν κομίζοντα τὴν ἐπιστολὴν καὶ ἄλλως μὲν ἐπόθουν, οὐχ ἥκιστα δὲ ὅτιπερ ὑμῶν ἐπ' ἀγαθοῖς ἀεὶ μεμνημένος τέλος καὶ τῆς πρὸς ὑμᾶς ἐπιστολῆς ἐμοὶ γέγονεν αἴτιος, δεινὸν εἶναι φάσκων εἰ τῶν ἐξ ἐμοῦ γραμ μάτων ἔρημος ὑμῖν ἐπιφαίνοιτο. σὺ δὲ γοῦν μίαν ἡμῖν ἀντεπίθες ἐπιστολήν, καὶ λῦσον ἔτει πέμπτῳ μετὰ τῶν Πυθαγορείων τὴν σιωπήν. ὡς ἡμεῖς καὶ ∆ωδώνης χαλκεῖον γεγόναμεν, κινῆσαί σε πρὸς λόγους βουλόμενοι. 161 Εὐαγρίωι Ὡς ποθοῦντος ἄγαν οἱ λόγοι καὶ τῇ κατὰ πάντων νίκῃ στεφανοῦν ἐγνωκότος τὰ παιδικά. ὡς γὰρ ἐν τοῖς σοῖς γράμμασιν οὐ τοὺς νῦν μόνον ἐνίκων, ἀλλὰ καί, ὃ μὴ θέμις εἰπεῖν, καὶ ∆ημοσθένης ἥττητο, καὶ Θουκυδίδης εἶχε τὰ δεύτερα, καὶ ὁ γλυκὺς Ἡρόδοτος μετὰ τούτων ἐτάττετο, ὡς οὖν τοιοῦτος ἦν ἐν τοῖς λόγοις, μειδιάσας πρὸς ἐμαυτόν "1οὐδέν"2 ἔφην "1τῆς Ἔρωτος δυναστείας σφοδρότερον. τῆς γὰρ περὶ ἡμᾶς εὐνοίας κάτοχος ὁ φίλτατος γεγονὼς ἠγνόησέ μου τὰ πράγματα, καὶ πάσχει τι παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν φοξὸν παρ' Ὁμήρῳ καὶ τί γὰρ ἕτερον ἢ Θερσίτην πρῶτον Ἑλλήνων εἰς θέαν ἀπέφηνε, κρείττονα καὶ αὐτοῦ τάχα τοῦ Νιρέως, ὃς "κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν". ἐμοὶ δὲ μέγιστος ἔπαινος εἰ τούτους ἐγνωκέναι δοκοίην, οὓς παρὰ σοὶ κριτῇ νενικήκαμεν. ὅθεν σου θαυμάσας τὴν εὔνοιαν τοὺς λόγους ἀνετίθην τοῖς Ἔρωσι, τοὺς ἀμφὶ τὸν Παιανιέα παραιτησάμενος εἰ πόθος ἀνθρώπους ἀναπείθει λέγειν ὁπόσα καὶ λέγειν ἐθέλουσι, καὶ μάλιστα δὴ τούτους ὁπόσοι λόγων ἐναβρύνονται ῥώμῃ. ἀλλὰ πρὸς εὐχὴν καὶ ταύτην μετρίαν τραπήσομαι "1εὐτυχοίης"2 λέγων "1ὦ φίλτατε, καὶ νικῴης τοῖς νόμοις ὁπόσα τοῖς λόγοις νενίκηκας"2. 162 Νείλωι ∆εινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν καὶ γλῶτταν ἄμαχον ἐν οἷς ἐθέλεις ἐνδείκνυσθαι. τοσούτους γὰρ ἐπαίνους ἀνέπλασας κατ' ἐμοῦ, καὶ οὕτως εὐκόλως ἀπήγγειλας ὡς οὐκ ἄν τις εἶπε ῥᾳδίως ἐξ ἀληθείας ὁρμώ μενος. καί μοι δοκεῖς τοσαύτῃ χυθῆναι τῇ γλώττῃ, δεῖξαι τάχα βουληθεὶς οἷος ὑπάρχων ἐλάνθανες. οἴει γὰρ ἴσως ἠγνοῆσθαι παρὼν ὁπόσην ἀνεθρέψω Μοῦσαν ἐκ ῥητόρων ὁρμώμενος. ἐγὼ δέ σε καὶ παρόντα καλῶς ἠπιστάμην, ἀλλ' οὐχ ὅσον ἐχρῆν ἐπῄνουν παρ' ἐμοὶ γυμναζόμενον, τοῦ μὴ τοὺς ἐπαί νους τὴν προθυμίαν ἐκλύσαντας