1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

12

θαρροῦσαν, ὅτι παρὰ φίλον ἀφῖκται. οὐκοῦν μὴ ψεύσῃς αὐτὴν τῆς ἐλπίδος, ἀποστρε φόμενός τε καὶ τὰς ὀφρῦς συνάγων αὐτῇ, ἐπεὶ καὶ τοὺς ἐρῶντάς φασι χρόνῳ καὶ μόλις ἐπιτυχόντας ὑπὸ τῆς παρούσης ἡδονῆς τῶν προλαβόντων πόνων ἐπιλανθάνεσθαι. εἰ δὲ σκυθρωπὸς πρὸς ταύτην φανείης, λυπηρὸν μὲν εἰπεῖν, λέξω δ' ὅμως. δέδοικα γὰρ μὴ οὐδὲ ἄλλη πρὸς σὲ ῥᾳδίως ἀφίξεται, ὑβριστήν τε νομίζουσα καὶ τὴν προλαβοῦσαν οἷα πέπονθε λογιζομένη. 42 Θωμᾶι Νῦν ὄντως ἡμῖν ἀνθοῦσι ∆ίκη καὶ Μοῦσαι καὶ σύνοικοι γίνονται. τὴν σὴν εὑροῦσαι ψυχὴν μεριζομένην ψήφῳ δικαίᾳ καὶ λόγοις σύνεισι τὰ νῦν ἀλλή λαις ὥσπερ εἰκός, ἀδελφαί τε οὖσαι καὶ κοινὸν ἔχουσαι πατέρα τὸν ∆ία. ἐξ οὗ γὰρ ἀπέλιπες πάλαι διὰ χειρὸς οὐκ ἔχων ἔτι τὴν Καίσαρος, οἷα δήπου καὶ γέγονεν, ἀπέλιπον μὲν τὰς πόλεις ἡμῖν, ὑπερορᾶται δὲ τὰ ἡμέτερα, ἦσαν δὲ παρὰ τῷ πατρὶ κατηγοροῦσαι τῶν ἐπὶ γῆς. ἀλλ' ἐπένευσε πάλιν, καὶ γέγονας παρ' ἡμῖν, καὶ νεάζει πάλιν τοῖς ὑπηκόοις ἡ τύχη. κἂν γὰρ ψῆφον ἐνέγκῃς, οὐκ ἀρνεῖται ταύτην ἡ ∆ίκη, κἂν λόγον εἴπῃς, ἐπαινοῦσι πάντως αἱ Μοῦσαι. ὃ δὲ μάλιστα τεθαύμακα λέξω. τὸ γὰρ τοσοῦτον προὔχοντα μὴ τῶν ἐλαττόνων ὑπεριδεῖν ἀλλὰ καὶ λόγων ἄρχειν καὶ φιλίας μεμνῆσθαι καί τι καὶ λεγόντων ἐθέλειν ἀκούειν, σοὶ μὲν προσθήκη τοῦτο τοῦ θαύματος, τὰ Σωκράτους οἶμαι φιλοσοφοῦντι, ἐμοὶ δὲ τὸ χρῆμα βαρὺ κατ' ἐμαυτὸν ὡς δύναμαι ζῶντι καὶ εὐχομένῳ λαθεῖν. καὶ εἰ μὴ κερδαίνειν ἐβουλόμην ὑμετέραν αὖθις ἐπιστολήν, ἐσίγων ἂν ἀπορῶν ὅ τι φθέγξωμαι μετὰ σέ. νυνὶ δὲ καὶ γράφειν ἐρυθριῶ καὶ σιωπᾶν οὐκ ἀνέχομαι, τὴν σὴν ἐγείρων γλῶτταν μουσικὸν αὖθις ἠχῆσαι καὶ μικροῖς τὰ μεγάλα θηρώμενος. πολλὰ δὲ κἀγαθὰ γένοιτο τῷ τὰς πόλεις ἡμῖν ἐπιτροπεύειν λαχόντι· δεῖξαι γὰρ πρὸ τῆς πεί ρας τὸ μέλλον βουλόμενος καὶ παλαιᾶς τύχης ἄγων εἰς μνήμην, ὑμᾶς ἐκάλει συνεργοὺς καὶ πᾶσι τὸ μέλλον εὐθὺς ἐμαντεύετο. τὸν δὲ καλὸν Μέγαν ἠγά πων μὲν καὶ πρῴην ὥσπερ εἰκός, καὶ ὅσον εἶχον ἐδίδουν. ὁ γὰρ τῆς τέχνης οὕτω βούλεται νόμος· ἀλλὰ καὶ πατὴρ ὑπάρχει καὶ κηδεστὴς ἱκανοὶ δι' ἀρετὴν ἐμποιῆσαι καὶ τῷ ῥαθυμοῦντι σπουδήν. ὑμῶν δὲ νυνὶ προστεθέντων τῷ νέω εὔξομαι δικαίαν εὐχήν· Ζεῦ ἄλλοι τε θεοί, δυναίμην τι μεῖζον ἢ πρό τερον, καὶ ὄναιτο Μέγας ἡμῶν ὁπόσον ὁ κηδόμενος βούλεται. 43 Ζαχαρίαι ἀδελφῶι Ἔοικα τῶν ὑμετέρων γραμμάτων μετειληφὼς οὐ μένειν ἐφ' οἷς που καὶ πρότερον, ἀλλὰ τρυφᾶν τῷ καιρῷ καὶ ἕρμαιον ἡγεῖσθαι τὴν ἀφορμήν. ἰδοὺ γάρ σοι τῶν αἰτούντων ἐξαίφνης ἐγώ, σὺ δὲ τὸ τάχος, οἶμαι, θαυμάζων, ταχὺ τὸ τῆς κωμῳδίας ἐρεῖς. ἀλλ' ἐγὼ δεινὸν ἡγούμην εἰ τὸν χρόνον περι σκοπῶν οὐκ αἰτήσω θᾶττον ὃ καὶ σοὶ διδόναι κἀμοὶ λαβεῖν εὐπρεπές. Αἰνείας γὰρ ὁ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδιδοὺς πολίτης ἐστὶν ἡμέτερος, ὃν εὐτυχεῖν βούλομαι δι' ὑμῶν. γένους τε γὰρ ἔχει καλῶς, καὶ τὸν τρόπον ἐστὶν ἐλεύθερος, καὶ τέχνην οἶδε τοὺς νόμους. βούλεται δὲ τοσοῦτον ἀπο λαύειν τῆς τέχνης, ὡς ἐξεῖναι καὶ τὴν γνώμην μένειν ἐλεύθερον. οὐ γὰρ οἶδε κέρδος τοῦτον εὐφραίνειν μὴ μετὰ δικαίου γενόμενον. πάρεστι δὲ τοῦτο καὶ τῇ πείρᾳ μαθεῖν. πόλεων γάρ τινων ἐπὶ τοῖς δικαίοις προβεβλημένος καὶ τὴν ἐκδίκου προσηγορίαν λαβὼν οὗτος ἐμιμήσατο τοὔνομα, ὥστε καὶ συκοφάντου φύσιν ἐνίκησεν. οὐδεὶς γὰρ οὐδὲν οὐδὲ ἀδίκως ἐμέμψατο. ἀλλὰ τοῦτο τάχα καὶ γέλως ἐδόκει τοῖς ἄρχουσι πρὸ ὑμῶν· μόνου γὰρ ἦσαν τοῦ λαβεῖν· ὁ δὲ τῶν διδόντων οὐκ ἦν. ὅθεν ὁ μὲν ἐπαύετο, ἕτεροι δὲ ἦσαν ὡς εἰκὸς ἄξια δρῶντες ὧν ἐδεδώκεσαν. βούλεται δὲ νῦν ἐπὶ τῆς αὐτῆς τύχης γενέσθαι, δωρεὰν ὑμῖν προσάγων τὸ δικαίαν ἔχειν τὴν γνώμην. ἆρά σοι τοῦ αἰτεῖν ἐκ μὴ προσηκόντων κατάρχομαι; οὐκοῦν εἰ θαυμάζεις τὴν αἴτησιν, τίμα ταύτην τοῖς ἔργοις. 44 Ζαχαρίαι ἀδελφῶι Ἐγώ σου τὴν ἐπιστολὴν ἀσμένως ἰδών, ὥσπερ εἰκός, ἐπαινεῖν δὲ πρὸς ἀξίαν οὐκ ἔχων, μικροῦ δεῖν σοι τὴν αὐτὴν ἀντεπέθηκα, τοὐπιγράμμα μόνον μεταβαλών· οἷς γὰρ τἀμὰ θαυμάζων ἐπέστειλας, τῶν σῶν ἀκούειν ἐπαινουμένων ἐδόκουν, καί μοί τι παραπλήσιον ἐδόκεις ποιεῖν, ὥσπερ ἂν εἰ καὶ τὸν Θερσίτην ἐθαύμαζεν ὁ Νιρεύς, ὃς "1κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν"2. ὅθεν