1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

8

πάντως, περὶ φίλους διατεθέντες ἐρωτικῶς· οὐ γὰρ ἂν τοσοῦτον φρονήσαιμι ὡς καὶ αὐτὸς οἴεσθαι παρ' ὑμῶν ἀντερᾶσθαι. καίτοι εὐξαίμην ἄν μοι τοῦτο γενέσθαι μᾶλλον ἢ πολλῷ κομᾶν τῷ χρυσῷ καὶ ἡστινοσοῦν τύχης εἰς ἄκρον ἀφῖχθαι. οὕτω γὰρ ἂν ἕκαστος, ῥαθυμεῖν οὐκ ἔχων διὰ τὸν πόθον, ἐμοῦ πάντως ἂν παραμυθοῖτο τὸν ἔρωτα. εἰ δὲ τοιοῦτο μὲν οὐδέν, ἔτι δὲ σιωπήσεσθε, κατηγορήσω μὲν ἐγὼ τοιαῦτα παθών, κρινεῖ δέ τις ἐρωτικὸς δικαστής, καὶ ψηφιεῖται ὅ τι χρὴ παθεῖν ὑμᾶς ἢ ἀπο τεῖσαι. μᾶλλον δὲ τὸ μὲν παθεῖν ἀπέσται, ἵνα μὴ τὸν ἐρῶντά με πάλιν λυπήσητε, ψηφιεῖται δὲ ὑμᾶς ἀποτεῖσαι τοσαύτας ἐπιστολὰς ὥστε τῷ πλήθει τοῦ προλαβόντος χρόνου παραμυθεῖσθαι τὴν σιωπήν. 25 Φιλίππωι ἀδελφῶι Τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν ἀρκεῖ μὲν εἰς σύστασιν φιλίας ὁ τρόπος· ἀλλ' ἐπειδὴ καὶ ἀφορμὴν εἶναι προσήκει τινά, δι' ἧς δεῖ πρῶτον εἰς λόγους ἐλθεῖν, εἶτα πειραθέντας θαυμάζειν, τούτου χάριν ἐπέδωκα τῷ λογίῳ Θέωνι τὴν ἐπιστολήν. πρῶτον γὰρ διὰ ταύτην εὐμενῶς αὐτὸν ὄψει, ὕστερον δὲ περιττὰ νομίσας τὰ γράμματα δι' αὐτὸν οἶμαι θαυμάσεις τὸν ἄνδρα. 26 Εὐσεβίωι Εἰ τοὺς ποθοῦντας καὶ μία γηράσκειν ἡμέρα ποιεῖ, ἐξ ὅσου με χρόνου γεγηρακέναι δοκεῖς, οὕτω μέν σου βληθέντα τῷ πόθῳτίς γὰρ πειραθεὶς οὐκ ἐρῶν ἀπαλλάττεται; τοσοῦτον δὲ χρόνον ἐστερημένον τῆς θέας; ἀλλ' εὖ γε ποιῶν τοῖς γράμμασιν ἐπικουφίζεις τὰ δυσχερῆ, τοὺς σοφοὺς ζηλώσας τῶν ἰατρῶν, οἳ μὴ θεραπεύειν ἔχοντες μόνον παραμυθοῦνται τὸ πάθος. τοιοῦτος ἡμῖν γέγονας ἀντὶ σαυτοῦ παρέχων τὰ γράμματα. καὶ νῦν τοὺς σφοδροὺς μιμοῦμαι τῶν ἐραστῶν καὶ διὰ τῆς εἰκόνος παραμυθοῦμαι τὸν ἔρωτα. τῷ δὲ καλῷ Μεγάλῳ σὲ μὲν φύσις, ἐμὲ δὲ τέχνη πατέρα ποιεῖ, ὥστε δι' ἐμοῦ παρεῖναι νόμιζε τῷ παιδί. εἰ δέ τι παραλείψω, τοῦτο νόμιζε μηδὲ δύνασθαί με ποιεῖν, καὶ μέμφομαι τὴν τύχην μὴ καὶ πάντα δυνάμενος, ἵνα σοι χαρίσωμαι τοσοῦτον ὅσον καὶ βούλομαι. ἀλλ' ὦ θεοί, μὴ διαμάρτοιμεν ἄμφω τῆς ἐλπίδος ἣν ἐπὶ τῷ παιδὶ πεποιήμεθα. 27 Ἠλίαι Τὴν ὑμετέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν αὐτόν σε παρόντα βλέπειν ἐδόκουνοὕτω σου τὴν χάριν ἐνέθηκας ὅλην τοῖς γράμμασικαὶ τῇ ἐπιστολῇ προσεγέλων πυκνότερον, ὥσπερ ὅτε σε βλέπων ἐνεφορούμην τῆς ἡδονῆς. εἰ δὲ μέμνησαι τῶν φίλων ἀπόντων, θαυμαστὸν ἢ παρ' ἐλπίδας οὐδέν, ἀλλὰ τοῦτο γέγονεν ὃ καὶ προλαβόντες ἠλπίσαμεν. ἐγὼ δὲ καὶ καθεύδων προσ διαλέγεσθαί σοι δοκῶ, καὶ πολλάκις ἀναστὰς ἠνιάθην ὅτιπερ ὄνειρος ἦν. τὸν δὲ ἑταῖρον Μέγαν, εἰ διδόναι ῥᾳδίως εἶχον ὅσον καὶ βούλομαι, πάντως ἂν αὐτὸν ἤδη καὶ τέλειον ἀπειλήφεις καὶ ῥήτορα. 28 Βίκτορι ἀδελφῶι ∆έδεγμαι τὸ βιβλίον τὸ πρὸ τῆς πείρας μᾶλλον ποθούμενον. ἥκει γὰρ τῇ μὲν ἐπιγραφῇ θαυμαστὸν ἡλίκον, τῷ δὲ πράγματι ξένον φέρον οὐδέν, ἀλλ' ὃ καὶ πολλοῖς καὶ ποικίλοις ἐσπούδασται. σοῦ δὲ χάριν καὶ ὅ τι βέλτιον εἰπεῖν σεσιγήσθω. ἀλλ' ὅμως κείσεταί σοι χάρις εἰς ἐμὴν μνήμην ἀνάγραπτος, πλὴν οὐχ οἵα παρὰ τῷ Πέρσῃ τῷ Παυσανίᾳ τῷ μὴ μέχρι παντὸς σω φρονοῦντι. ὁ μὲν γὰρ οὐδὲ Πλαταιὰς αἰδεσθεὶς οὐδὲ τρόπαια φίλα προεδίδου βαρβάροις τὴν δι' αὐτοῦ σωθεῖσαν Ἑλλάδα, ὥσπερ οὐκ ἀνεχόμενος εἰς τέλος εὐτυχὴς ἐπιμεῖναι· σὺ δὲ τὰ οἰκεῖα περιέπων οὐδὲν ὅ τι μὴ δράσεις. κείσεταί σοι τοίνυν ἡ χάρις οὐ πρώτη, μὰ ∆ία, πρὸς πολλαῖς δὲ πρώταις ἑτέρα. μία δὲ χάρις παρὰ τῶν εὖ παθόντων ἀρκέσει τοῖς ἀγαθοῖς μεμνῆσθαι μόνον ὅτι πεπόνθασιν. ἐμοὶ δὲ γένοιτο τὸ μηδὲ τῶν μέχρι βουλῆς εὖ ποιεῖν ἐθελόν των ἀμνημονεῖν, εἰ καὶ μὴ πέρας ἔσται τοῖς δόξασιν. 29 ∆ιοδώρωι Ἔτι σιγᾷς; ἔτι περιφρονεῖς τὰ ἡμέτερα; καὶ μὴν ᾤμην σε πρὸς κόρον ἀφῖχθαι φρονήματος, σεμνὸν μὲν ἡγούμενον τὸ σιγᾶν, ἡμῶν δὲ φιλοτιμότερον χρησομένων τῷ πράγματι, ἵνα καὶ νικήσωμεν ὀφρῦν διὰ σιγὴν ἐπηρμένην. τουτὶ γὰρ ἐκεῖνο τὸ σύνηθες· ἅμα τε τὴν Καίσαρος εἶδες καὶ βαίνεις ὑψοῦ καὶ ἀγανακτεῖς ὅτι μὴ Περσέως πτεροῖς αἴρῃ μετέωρος, τὰ δὲ ἡμέτερά σοι λογιζομένῳ σμικρά τε ἔτι δοκεῖ καὶ οὐδέν. ὅθεν σοι νόμος παλαιὸς καὶ παντα χοῦ κρατῶν παρεβαίνετο. χρὴ γὰρ ἐπειδάν τις τοὺς συνήθεις καταλιπὼν ἐπ' ἀλλοδαπῆς ἰθύνῃ τὸν δρόμον, αὐτὸν εἶναι πρῶτον τὸν