1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

16

πεπαύμεθα. ἀλλ' ὦ Ζεῦ καὶ Ἔρωτες καὶ ὅσοι φιλίας ἐπόπται, πείθοιτε τοὺς ἐμοὺς κατηγό ρους, ὡς οὔποτε πρὸς λήθην αὐτῶν ἀφικόμην, ἀλλὰ σύνειμι τῷ λογισμῷ καὶ λέγειν τι δοκῶ καὶ λεγόντων ἀκούειν, καὶ ὡς εἰ τούτους ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι. 57 Ἱερωνύμωι (?) Ἔτι παρὰ τὸν Νεῖλον οἰκεῖς; ἔτι ποθοῦντας ὑπερορᾷς; τί τοσοῦτον, εἰπέ μοι, παθών; εἰ μὲν γὰρ οἴει τὸ βράδος ἐπὶ πλέον ἡμῖν ἐξάπτειν τὸν ἔρωτα, ἴσθι δὴ καλῶς ὡς εἰς ἄκρον ἀφῖκται, καὶ οὐκ ἂν ἔχοις ὅ τι προσθήσεις ἔτι τῷ πράγματι. εἰ δέ σε τοῦ Μακεδόνος ἡ πόλις ἐφέλκεται χαρίτων ἕνεκα καὶ τοῦ δοκεῖν αὐτὸν ἔχειν ἤδη τὸν Ἑλικῶνα, ζήλου τὸν Ὀδυσσέα καὶ παρ ελθὼν τὰς Σειρῆνας μέμνησο τῆς Ἰθάκης. καὶ γάρ σε νῦν ἐπιθυμῶν ἀρχαίῳ σχήματι τεττιγοφόρον ἰδεῖν κέχηνα τῇ θαλάττῃ καὶ περισκοπῶ τὰς ὁλκάδας, εἴποτε παρόντα θεάσομαι. σὺ δέ μοι δοκεῖς τὸν Θησέως ἐκεῖνον ἐζηλωκέναι, καὶ ταῦτα τοῖς παισὶ καθηγούμενος "1νυμφίε ∆ημοφόων, ἄδικε ξένε ..."2, ὃς οὐδὲ παιδὸς θέλεις ἔτι μεμνῆσθαι, καλοῦ τε ὄντος καὶ εἴ γε παρείης ἤδη σε δυναμένου πατέρα καλεῖν. 58 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Ὅσῳ τῷ περὶ ὑμᾶς κεκράτημαι πόθῳ, πῶς ἂν δυναίμην παραστῆσαι τῷ λόγῳ, πλὴν εἰ μή που παραπλήσια τυγχάνετε πεπονθότες; ὁ γὰρ πεπονθὼς τὰ περὶ τούτου κρίνειν ἐπίσταται. πέπεισμαι δὲ τοιούτους εἶναι, καὶ νόμον διασώζειν φιλίας ἅμα καὶ φύσεως ἐξ ὧν καὶ γράφετε καὶ παραμυθεῖσθε τοῖς γράμμασιν. ἐμοὶ δ' οὖν ὅμως ἠπορημένῳ τῷ πάθει καὶ τοιοῦτό τι πολλάκις ἐπῆλθεν εἰπεῖν. "1εἴθε γενοίμην Περσεὺς καὶ φανείην ὑπόπτερος τὸν ἀέρα τέμνων καὶ ὑπὲρ τῆς θαλάσσης φερόμενος, ὅπως ἂν ἅμα τε δοκῇ καὶ γίνωμαι παρ' ὑμῖν καὶ ἀποναίμην τοῦ ἔρωτος."2 παρὰ φύσιν μὲν ἀλλ' οὐ πόρρω ποθούντων ἡ γνώμη, πλανᾶσθαί τε ῥᾳδίως καὶ ὀνειροπολεῖν ἃ οὐ πέφυκε γίνεσθαι. εἰ δέ μου πάλιν μυθολογοῦντος ἀνάσχοιο, ἤδη καὶ τὸν Ἄβαριν πολλάκις ἐζήλωσα, Σκύθην μὲν ὄντα καὶ βάρβαρον, σοφὸν δὲ ἄλλως· εἰ δὲ θέλεις, εὐδαίμονα, ὅτι τὸν οἰστὸν ἔχων ὑπηρετοῦντα τῇ γνώμῃ παρ' οὓς ἤθελεν ἤγετο, καὶ ὁδοῦ μῆκος οὐδὲν παρελύπει τὸν Ἄβαριν. ἀλλὰ τί μοι τὰ πόρρω παρὰ φύσιν ζητεῖν; μόνον ἡμῖν λείπεται πρὸς παραμυθίαν τὰ γράμματα, Περσεὺς δὲ καὶ Ἄβαρις ποιηταῖς δεδόσθων καὶ μύθοις. 59 Φιλίππωι ἀδελφῶι Εἰ τοῖς γονεῦσι τὸ προσῆκον ἀποδιδόναι παλαιοί τε λόγοι καὶ ὁ τῆς φύσεως βούλεται νόμος, πόσον εἰκὸς πατρίδι χάριν ἐκτίνειν, ἐξ ἧς προῆλθε καὶ τοῖς γονεῦσιν ἀρχή; ἐπὶ ταύτην σε νῦν ὁ καιρὸς καλεῖ, καὶ δόκει τὴν ἐνεγκοῦσαν ταύτην δι' ἐμοῦ σοι φωνὴν ἀφιέναι· οὕτω γὰρ καὶ τὸ δέον ἔσῃ πεπληρωκὼς καὶ μνήμην ἡμῖν παράσχοις τοῦ πράγματος, ὅσῳ καὶ περὶ τῶν μεγίστων ἡ χρεία. βαρὺ δὲ προσδόκα μηδέν, ἀλλὰ σοὶ μὲν ῥᾷστον διδόναι, μέγα δὲ τοῖς λαβοῦσι τυχεῖν. βασιλεῖ τῷ μεγάλῳ τὰς ὑπὲρ τῆς πόλεως δεήσεις ἐπιδοθῆναι βουλόμεθα διὰ τοῦ παρ' ὑμῖν ἀρχιερέως ἢ τοῦ βασιλέως ἀδελφοῦ, ἵνα τὸ τοῦ ἐπιδιδόντος ἀξίωμα λόγον τινὰ παράσχῃ τῷ διδομένῳ. ταῦτα γὰρ ποιῶν κοινὴν καταθήσει χάριν καὶ τοῖς αἰτήσασι καὶ τοῖς αἰτηθεῖσιν ἡμῖν. 60 Ἐπιφανίωι Εἰ λαλούντων μὲν ἡμῶν σιωπᾷς, γράφεις δὲ σιωπώντων, δέδοικα γράφων εἴγε δέῃ πάντως ἢ λαλεῖν ἀφώνοις ἢ σιωπῶντας ἀκούειν. καίτοιγε τὸ ἐπιστέλλειν ὡς εἰκὸς ἐμηχανήσαντο ἄνθρωποι, ὅπως ἀποῦσι μίμημα σώζοιεν παρόντων καὶ λέγοιέν τι τοῖς γράμμασιν ὥσπερ ἂν εἰ καὶ συνόντες. ἐγὼ δέ σου τὴν ἐπιστολὴν ἀναγνοὺς ὑφ' ἡδονῆς καὶ ἐδάκρυσα, καί σου παρόντος ὥσπερ εἰώθεις ἐδόκουν ἀκούειν, καὶ ἡδύ τι πνεύσας "1τοῦτο"2 εἶπον "1ἐκεῖνο, ἡ φιλτάτη φωνή"2. ἀλλ' ὦ πρὸς ἔρωτος αὐτοῦ καὶ φιλίας ἐκείνης, εἴ που ταύ την ἔτι οἶσθα καὶ μέμνησαι, μή μοι τοῖς γράμμασιν ἀποδήμει, μηδὲ τὴν μόνην ἀφέλῃ παραμυθίαν, μήποτε τάχα ζηλώσω τοὺς μηδὲ τὴν ἀρχὴν ἐρῶντας, οὓς μηδὲ συμβαίνει τοιαῦτα παθόντας ὀδύρεσθαι. 61 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τὸν δεῖνα φθάσας ὑμῖν συνέστησα διὰ τῆς προτέρας ἐπιστολῆς, οὐκ εἰς ἀκριβὲς ἐκεῖνον εἰδώς, ἀλλ' ἐξ ὧν ἐπλάττετο τοῦτον ἡγούμενος ὅπερ οὐκ ἦν· ἐλάνθανε γὰρ προσχήματι μὲν καλῷ κεχρημένος, ὢν δὲ τοιοῦτος οἷον ὑπέδειξε τοῦτον ἡ πεῖρα. ἀπὸ γὰρ τῆς Γαζαίων ὁρμώμενος καὶ