1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

13

αἰδώς μοι προσέπιπτε τῶν ἐπαίνων, πλὴν οὐχ ὥστε μὴ χαί ρειν τῷ πράγματι. ἡ γὰρ ἐπιστολὴ δι' ὧν δῆθεν ἐπῄνει τὰ ἐμά, ὡραΐζετό τε καὶ τὸ κάλλος ἐδείκνυ καὶ πρὸς μείζω πόθον ἐκίνει τὸν ἐραστήν. ἀλλὰ καὶ τὴν πρεσβείαν οὐ μετρίως ἐπῆρας τοῖς γράμμασιν. εἰ δὲ πρεσβεύων ἐπαινοῦ μαι, τίς ἂν εἴην αὐτὸς ἐπινεύσας; ὅσον γὰρ μεῖζον τοῦ αἰτεῖν τὸ διδόναι, τοσοῦτον εἰς ἀρετῆς λόγον ὁ διδόναι μέλλων τὸν ᾐτηκότα νικᾷ. ὁ δὲ λογιώ τατος Αἰνείας ὡς ἤδη λαβὼν ἀνυμνεῖ· ἤδη γὰρ ὑμῶν εἰς πεῖραν ἐλθὼν ἐν ἴσῳ τὸ μέλλον τῷ πραχθέντι λογίζεται. εἰ δὲ πρὶν λαβεῖν κηρύττει, τίς ἂν γένοιτο τοῦ ποθουμένου τυχών; καί ποτε τὰ σὰ διηγούμενος προσθήσει πάντως, ὡς καὶ τῷ τάχει διπλασιάζειν ᾔδεις τὰς χάριτας. τὸν δὲ βέλτιστον Μέγαν εἴπερ οἷόν τε ἦν αὐθημερὸν μετασκευάζειν εἰς ῥήτορα, οὐκ ἂν ἡμῖν ἔδει δευτέρας ἡμέρας. 45 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τὸν θαυμαστὸν Ἰουλιανὸν καὶ ἄλλως μὲν ἠγάπωνἱκανὸς γὰρ ἐφέλ κεσθαι τὸν ἐντυχόντα πρὸς πόθονπολὺ δὲ μᾶλλον ἥσθην ὅτι μοι καὶ πρὸς ὑμᾶς γραμμάτων γέγονε πρόφασις. τούτου γὰρ εἴ ποτε λαβοίμην, ὑπὲρ τὸν Κινύραν εἶναι δοκῶ. αἰτεῖ δὲ δυσχερὲς οὐδέν, ἀλλ' αὐτῷ με παρεῖναι κἀκεῖσε βουλόμενος δι' ὑμῶν, ὑμᾶς ἐλπίζει τοῦτο γενέσθαι, ὅπερ πάντως κἀγώ. ἐγὼ δὲ οὐδὲν ἂν ὅ τι μὴ παρὼν ἐγινόμην. τὸ δὲ κονσιστόριον ὅ τι μέν ἐστιν ἀγνοῶ, Ῥωμαϊκῷ γὰρ κόμπῳ προσβάλλει τὴν ἐμὴν ἀκοήνδι' ὑμᾶς δὲ καὶ τοὔνομα φιλῶ, καὶ θεῖον ὄντως αὐτὸ βουλοίμην ὑπάρχειν, καὶ τιμῶ προσηγορίαν ἧς τὸ ἔργον ἠγνόησα. εἰ δὲ καὶ μεταβέβληταί σοι πρὸς τὸ μεῖζον ἡ τύχη, ἀλλὰ μεῖνον ὅσπερ ἦσθα πάλαι τοῖς ἔργοις, ἵνα μή σε ἀλαζόνα κονσιστοριανὸν ὀνομάσω. 46 Ζαχαρίαι ἀδελφῶι Ἡ πατρὶςσὺν θεῷ δὲ εἰρήσθωεὐμενέσιν εἶδεν ἡμᾶς ὀφθαλμοῖς· τοὺς γὰρ ἐπιτηδείους παρέστησεν ὁποίους ηὐχόμην εὑρεῖν, βραχὺ δὲ διαλιποῦσα θέατρά μοι συνῆγε καὶ κρότους ἐκίνει, καί μέ τις φήμη λαβοῦσα διὰ πάντων ἦγε στομάτων, καί τί που καὶ νεανιεύεσθαι δοκῶ καὶ τὸν νοῦν ἐπῆρθαι τοῖς κρότοις καὶ τὸ σοφιστικὸν ἀτεχνῶς ἔχειν, ὡς ἂν αὐτὸς εἴποις. σὺ μὲν οὖν σκῶπτε τοιαῦτα· ἐγὼ δὲ οὐκ ἀνέξομαι μὴ οὐ λαμπρὸς εἶναι καὶ τὴν ὀφρῦν ἄνω φέρειν καὶ τῷ τῆς ἐμῆς τέχνης ἕπεσθαι νόμῳ. ταῦτα μὲν οὖν μοι πεπαίχθω ὡς ἄν σοι καὶ τοῦ σκώπτειν συνήθως ὕλην παράσχω· εὐφραίνεις γάρ με σκώπτων, εὖ ἴσθι, ἢ πολλοῖς ἐπαίνοις βάλλοντες ἕτεροι. 47 Φιλίππωι ἀδελφῶι Ἰδού σοι καὶ πάλιν ἕτερα γράμματα, σὺ δέ, τί παθὼν οὐκ οἶδαπάλιν σιγᾷς. εἰ μὲν γὰρ σχολὴν οὐκ ἄγειν ἐρεῖς, ἀλλά σοι διὰ παντὸς ἡ τέχνη φέρει τι κέρδος, δεινὸν μέν, οἴμοι δεινόν, εἰ μηδὲ βραχὺ τοῦ παντὸς ἔτους ἡμῖν παρέχεις σεαυτόν, ἀλλ' οὖν συνήδομαί γέ σοι τῆς ἀσχολίας· εἰ δὲ πλουτῶν ἄλλως ἀπὸ τῆς τέχνης σιγᾷς, συγχαίρω μέν σοι καὶ τούτου, οὐ μὴν ἐβου λόμην σε τοσοῦτον πλουτεῖν, ὡς καθ' ἡμῶν ἐπῆρθαι καὶ μηκέτ' εἰδέναι τοὺς πάλαι φιλτάτους. καίτοι κεχήναμέν γέ σου τοῖς γράμμασι, καὶ πρὸς τὴν θάλατταν ὁρῶμεν οὐχ ἧττον ἢ Φυλλὶς τὸν ∆ημοφῶντα καλοῦσα τὸν ἄδικον ἐκεῖνον καὶ ἀντερᾶν οὐκ εἰδότα, ὃν ἐπειδὴ νυμφίος ἦν ἀρτίως καὶ ηὔξει τῇ Φυλλίδι τὸν ἔρωτα, ᾤχετο τὴν παστάδα καταλιπών, ἦ μὴν ὡς ἥξει πάλιν ἐλπίδας διδούς. ὡς δ' οὖν ἀφείθη καὶ ᾤχετο, ὁ μὲν εὐθὺς μετεβλήθη καὶ τὴν Φυλλίδα πάλιν οὐκ εἶδεν, ἡ δὲ πρὸς τὴν θάλατταν ἐδάκρυε, καὶ τὰς ὁλκάδας ἠρίθμει, μή ποτέ τις αὐτῶν τὸν ∆ημοφῶντα κομίζοιτο. ἀλλὰ γὰρ τὸ καθ' ἡμᾶς οἶμαι δεινότερον· ὁ μὲν γὰρ οὐκ ἤθελεν ἔτι παρεῖναι, σὺ δὲ οὐ μακρὰν ἀπὼν ἐπιστέλλειν. 48 Κωνσταντίωι Ἔτι παρὰ τὸν Νεῖλον οἰκῶν τὴν καλὴν ἐκείνην ἐπιστολὴν ἐδεξάμην. οἷον δὲ περὶ ταύτην συνέβη οὐ καλῶς ἂν ἔχοι σιγῇ παρελθεῖν. ὡς γὰρ ἐπέδωκε ταύτην ὁ φέρων, προσετίθει δὲ καὶ πόθεν, πάσχω τι πάθος ἐρωτικόν. βραχὺ γὰρ ἀποπλανηθεὶς τοῦ εἰκότος ἤδη σε καὶ παρεῖναί μοι πάντως ἐδόκουν. καὶ τοίνυν "1ὦ φίλτατ' ἀνδρῶν"2 ἔφην "1ὡς ἀπὼν ἄγαν ἐλύπεις καὶ νῦν ποθοῦσιν ἀφῖξαι"2. ὡς δὲ τοιαῦτα πολλάκις εἰπὼν τοῖς παροῦσιν ὑποψίαν παρεῖχον τοῦ πράγματος, "1καὶ δὴ τί πάσχεις;"2 ἔφησαν· "1οὐ γὰρ δή σοι καὶ παρὼν ἐκεῖνος τυγχάνει"2. εἰς δὲ μνήμην ἐλθὼν ἐμαυτοῦ ἠνιάθην, οἷα δή τις ἁμαρτὼν τῆς τοιαύτης